Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.59.3 Polyb. 4.60.5 (English) >>Polyb. 4.61.1

4.60.2 δʼ Ἄρατος οὔτε τὸ ξενικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς. 4.60.3 διόπερ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον, τʼ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρτυναν τῆς Τελφουσίας. 4.60.4 οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρατηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν, 4.60.5 ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφαλίζεσθαι τὴν χώραν. 4.60.6 τοῦτο δὲ πράξαντες ὑπὲρ μὲν τῶν καθʼ αὑτοὺς πραγμάτων ἐνδεχομένως ἔδοξαν βεβουλεῦσθαι, περὶ δὲ τῶν κοινῶν τἀναντία· πονηρᾶς γὰρ ἐφόδου καὶ προφάσεως τοῖς βουλομένοις διαλύειν τὸ ἔθνος ἐδόκουν ἀρχηγοὶ καὶ καθηγεμόνες γεγονέναι. 4.60.7 ταύτης δὲ τῆς πράξεως τὸ μὲν πλεῖστον τῆς αἰτίας ἐπὶ τὸν στρατηγὸν ἄν τις ἀναφέροι δικαίως τὸν ὀλιγωροῦντα καὶ καταμέλλοντα καὶ προϊέμενον ἀεὶ τοὺς δεομένους. 4.60.8 πᾶς γὰρ κινδυνεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰκείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις· ὅταν δὲ δυσχρηστῶν ἀπογνῷ, τότʼ ἤδη βοηθεῖν ἀναγκάζεθʼ αὑτῷ κατὰ δύναμιν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.59.3 Polyb. 4.60.5 (English) >>Polyb. 4.61.1

Powered by PhiloLogic