Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.62.4 Polyb. 4.63.5 (English) >>Polyb. 4.63.11

4.63.2 χρησάμενος δὲ τοῖς τε χώμασιν ἐνεργῶς καὶ τῇ λοιπῇ παρασκευῇ ταχέως κατεπλήξατο τοὺς ἐνόντας, καὶ παρέλαβε τὸ χωρίον ἐν ἡμέραις τετταράκοντα ταῖς πάσαις. 4.63.3 ἀφεὶς δὲ τοὺς φυλάττοντας ὑποσπόνδους, ὄντας εἰς πεντακοσίους Αἰτωλῶν, τὴν μὲν τῶν Ἠπειρωτῶν ἐπιθυμίαν ἐπλήρωσε, παραδοὺς τὸν Ἄμβρακον, 4.63.4 αὐτὸς δʼ ἀναλαβὼν τὴν δύναμιν προῆγε παρὰ Χαράδραν, σπεύδων διαβῆναι τὸν Ἀμβρακικὸν καλούμενον κόλπον, οὗ στενώτατόν ἐστι, κατὰ τὸ τῶν Ἀκαρνάνων ἱερὸν καλούμενον Ἄκτιον. 4.63.5 γὰρ προειρημένος κόλπος ἐκπίπτει μὲν ἐκ τοῦ Σικελικοῦ πελάγους μεταξὺ τῆς Ἠπείρου καὶ τῆς Ἀκαρνανίας στενῷ παντελῶς στόματιλείπει γὰρ τῶν πέντε σταδίων4.63.6 προβαίνων δʼ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφʼ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δʼ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας. 4.63.7 περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους. 4.63.8 περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύʼ ἡμέρας ποιησάμενος, παρέλαβε καθʼ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.62.4 Polyb. 4.63.5 (English) >>Polyb. 4.63.11

Powered by PhiloLogic