Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.63.1 Polyb. 4.63.8 (English) >>Polyb. 4.64.3

4.63.6 προβαίνων δʼ εἰς τὴν μεσόγαιαν κατὰ μὲν τὸ πλάτος ἐφʼ ἑκατὸν στάδια κεῖται, κατὰ δὲ τὸ μῆκος ἀπὸ τοῦ πελάγους προπίπτει περὶ τριακόσια στάδια· διορίζει δὲ τὴν Ἤπειρον καὶ τὴν Ἀκαρνανίαν, ἔχων τὴν μὲν Ἤπειρον ἀπὸ τῶν ἄρκτων, τὴν δʼ Ἀκαρνανίαν ἀπὸ μεσημβρίας. 4.63.7 περαιώσας δὲ κατὰ τὸ προειρημένον στόμα τὴν δύναμιν, καὶ διελθὼν τὴν Ἀκαρνανίαν, ἧκε τῆς Αἰτωλίας πρὸς τὴν καλουμένην πόλιν Φοιτίας, συμπαρειληφὼς Ἀκαρνάνων πεζοὺς δισχιλίους, ἱππεῖς δὲ διακοσίους. 4.63.8 περιστρατοπεδεύσας δὲ τὴν προειρημένην πόλιν, καὶ προσβολὰς ἐνεργοὺς καὶ καταπληκτικὰς ἐπὶ δύʼ ἡμέρας ποιησάμενος, παρέλαβε καθʼ ὁμολογίαν, ἀφεὶς ὑποσπόνδους τοὺς ἐνόντας τῶν Αἰτωλῶν. 4.63.9 τῆς δʼ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν· ὧν τὴν παρουσίαν προαισθανόμενος βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων. 4.63.10 μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθʼ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτουπολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένονπροῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν. 4.63.11 ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δʼ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.63.1 Polyb. 4.63.8 (English) >>Polyb. 4.64.3

Powered by PhiloLogic