Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.63 Polyb. 4.64 (English) >>Polyb. 4.65

4.64.1

Οἱ δʼ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζόμενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοηθεῖν. 4.64.2 οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον ἐμβαλεῖν εἰς τὴν Ἠλείαν. 4.64.3 ὧν βασιλεὺς διακούσας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βουλεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δʼ ἀναζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μητροπόλεως καὶ Κωνώπης. 4.64.4 οἱ δʼ Αἰτωλοὶ τὴν μὲν ἄκραν τῆς Μητροπόλεως κατεῖχον, τὴν δὲ πόλιν ἐξέλιπον. δὲ Φίλιππος ἐμπρήσας τὴν Μητρόπολιν προῄει κατὰ τὸ συνεχὲς ἐπὶ τὴν Κωνώπην. 4.64.5 τῶν δʼ Αἰτωλῶν ἱππέων ἁθροισθέντων καὶ τολμησάντων ἀπαντᾶν πρὸς τὴν τοῦ ποταμοῦ διάβασιν, κεῖται πρὸ τῆς πόλεως εἴκοσι στάδια διέχουσα, καὶ πεπεισμένων κωλύειν τελείως κακοποιήσειν πολλὰ τοὺς Μακεδόνας περὶ τὴν ἔκβασιν, 4.64.6 συννοήσας αὐτῶν τὴν ἐπιβολὴν βασιλεὺς παρήγγειλε τοῖς πελτασταῖς πρώτοις ἐμβαλεῖν εἰς τὸν ποταμὸν καὶ ποιεῖσθαι τὴν ἔκβασιν ἁθρόους κατὰ τάγμα συνησπικότας. 4.64.7 τῶν δὲ πειθαρχούντων, ἅμα τῷ τὴν πρώτην διαβῆναι σημαίαν βραχέα ταύτης καταπειράσαντες οἱ τῶν Αἰτωλῶν ἱππεῖς, ἐν τῷ ταύτην τε μεῖναι συνασπίσασαν καὶ τὴν δευτέραν καὶ τρίτην διαβαινούσας συμφράττειν τοῖς ὅπλοις πρὸς τὴν ὑφεστῶσαν, ἀπραγοῦντες καὶ δυσχρήστως ἀπαλλάττοντες ἀπεχώρουν πρὸς τὴν πόλιν. 4.64.8 καὶ τὸ λοιπὸν ἤδη τὸ μὲν τῶν Αἰτωλῶν φρόνημα συμπεφευγὸς εἰς τὰς πόλεις ἦγε τὴν ἡσυχίαν. 4.64.9 δὲ Φίλιππος ἐπιδιαβὰς τῷ στρατεύματι, καὶ πορθήσας ἀδεῶς καὶ ταύτην τὴν χώραν προῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Ἰθωρίαν· τοῦτο δʼ ἔστι χωρίον, κεῖται μὲν ἐπὶ τῆς παρόδου κυρίως, ὀχυρότητι δὲ φυσικῇ καὶ χειροποιήτῳ διαφέρει. 4.64.10 συνεγγίζοντος δʼ αὐτοῦ, καταπλαγέντες οἱ φυλάττοντες ἐξέλιπον τὸν τόπον· δὲ βασιλεὺς τοῦ τόπου κυριεύσας εἰς ἔδαφος καθεῖλε. 4.64.11 παραπλησίως δὲ καὶ τοὺς λοιποὺς πύργους τοὺς κατὰ τὴν χώραν ἐπέταξε τοῖς προνομεύουσι



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.63 Polyb. 4.64 (English) >>Polyb. 4.65

Powered by PhiloLogic