Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.63.5 Polyb. 4.64.1 (English) >>Polyb. 4.64.6

4.63.9 τῆς δʼ ἐπιούσης νυκτός, ὡς ἔτι μενούσης ἀναλώτου τῆς πόλεως, ἧκον βοηθοῦντες πεντακόσιοι τῶν Αἰτωλῶν· ὧν τὴν παρουσίαν προαισθανόμενος βασιλεύς, καθεὶς ἐπί τινας τόπους εὐκαίρους ἐνέδρας, τοὺς μὲν πλείους αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ὑποχειρίους ἔλαβε, πλὴν τελέως ὀλίγων. 4.63.10 μετὰ δὲ ταῦτα σιτομετρήσας εἰς τριάκονθʼ ἡμέρας τὴν δύναμιν ἐκ τοῦ περικαταληφθέντος σίτουπολὺ γὰρ πλῆθος ἐν ταῖς Φοιτίαις εὑρέθη συνηθροισμένονπροῆγε ποιούμενος τὴν πορείαν εἰς τὴν Στρατικήν. 4.63.11 ἀποσχὼν δὲ τῆς πόλεως περὶ δέκα στάδια κατεστρατοπέδευσε περὶ τὸν Ἀχελῷον ποταμόν, ὁρμώμενος δʼ ἐντεῦθεν ἀδεῶς ἐπόρθει τὴν χώραν, οὐδενὸς ἐπεξιέναι τολμῶντος τῶν ὑπεναντίων.

4.64.1

Οἱ δʼ Ἀχαιοὶ κατὰ τοὺς καιροὺς τούτους πιεζόμενοι τῷ πολέμῳ, τὸν δὲ βασιλέα πυνθανόμενοι σύνεγγυς εἶναι, πέμπουσι πρέσβεις, ἀξιοῦντες βοηθεῖν. 4.64.2 οἳ καὶ συμμίξαντες ἔτι περὶ Στράτον ὄντι τῷ Φιλίππῳ τά τε λοιπὰ διελέγοντο κατὰ τὰς ἐντολάς, καὶ τὰς ὠφελείας ὑποδεικνύντες τῷ στρατοπέδῳ τὰς ἐκ τῆς πολεμίας ἔπειθον αὐτὸν διαβάντα τὸ Ῥίον ἐμβαλεῖν εἰς τὴν Ἠλείαν. 4.64.3 ὧν βασιλεὺς διακούσας τοὺς μὲν πρεσβευτὰς παρακατέσχε, φήσας βουλεύσασθαι περὶ τῶν παρακαλουμένων, αὐτὸς δʼ ἀναζεύξας προῆγε, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ Μητροπόλεως καὶ Κωνώπης.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.63.5 Polyb. 4.64.1 (English) >>Polyb. 4.64.6

Powered by PhiloLogic