4.66.1
Ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως, παρῆν ἐκ Μακεδονίας ἄγγελος διασαφῶν ὅτι συμβαίνει τοὺς Δαρδανεῖς, ὑπονενοηκότας τὴν εἰς Πελοπόννησον αὐτοῦ στρατείαν, ἁθροίζειν δυνάμεις καὶ παρασκευὴν ποιεῖσθαι μεγάλην, κεκρικότας ἐμβαλεῖν εἰς τὴν Μακεδονίαν.
4.66.2 ἀκούσας δὲ ταῦτα καὶ νομίσας ἀναγκαῖον εἶναι βοηθεῖν κατὰ τάχος τῇ Μακεδονίᾳ, τοὺς μὲν παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἀπέστειλε, δοὺς ἀπόκρισιν ὅτι τοῖς προσηγγελμένοις ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν,
4.66.3 αὐτὸς δʼ ἀναζεύξας μετὰ σπουδῆς ἐποιεῖτο τὴν ἐπάνοδον, ᾗπερ καὶ τὴν παρουσίαν ἐπεποίητο.
4.66.4 μέλλοντος δʼ αὐτοῦ διαβαίνειν τὸν Ἀμβρακικὸν κόλπον ἐξ Ἀκαρνανίας εἰς Ἤπειρον, παρῆν ἐφʼ ἑνὸς λέμβου Δημήτριος ὁ Φάριος, ἐκπεπτωκὼς ὑπὸ Ῥωμαίων ἐκ τῆς Ἰλλυρίδος· ὑπὲρ ὧν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται.
4.66.5 τοῦτον μὲν οὖν Φίλιππος ἀποδεξάμενος φιλανθρώπως ἐκέλευσε πλεῖν ὡς ἐπὶ Κόρινθον κἀκεῖθεν ἥκειν διὰ Θετταλίας εἰς Μακεδονίαν· αὐτὸς δὲ διαβὰς εἰς τὴν Ἤπειρον προῆγε κατὰ τὸ συνεχὲς εἰς τὸ πρόσθεν.
4.66.6 παραγενομένου δʼ αὐτοῦ τῆς Μακεδονίας εἰς Πέλλαν, ἀκούσαντες οἱ Δαρδάνιοι παρὰ Θρᾳκῶν τινων αὐτομόλων τὴν παρουσίαν τοῦ Φιλίππου, καταπλαγέντες παραχρῆμα διέλυσαν τὴν στρατείαν, καίπερ ἤδη σύνεγγυς ὄντες τῆς Μακεδονίας.