Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.67.3 Polyb. 4.68.1 (English) >>Polyb. 4.69.1

4.67.8 κλείσας δὲ τὰς πύλας τοῦ Κορίνθου καὶ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς, τῇ κατὰ πόδας Ἄρατον μὲν τὸν πρεσβύτερον ὡς αὑτὸν ἐκ τοῦ Σικυῶνος μετεπέμπετο, γράμματά τε πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν καὶ πρὸς τὰς πόλεις ἐξαπέστελλεν, — ἐν οἷς διεσάφει πότε καὶ ποῦ δεήσει συναντᾶν πάντας ἐν τοῖς ὅπλοις. 4.67.9 ταῦτα δʼ οἰκονομήσας ἀνέζευξε, καὶ προελθὼν κατεστρατοπέδευσε τῆς Φλιασίας περὶ τὸ Διοσκούριον.

4.68.1

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ἔχων Ἠλείων δύο λόχους μετὰ τῶν πειρατῶν καὶ μισθοφόρων, ὥστʼ εἶναι τοὺς πάντας εἰς δισχιλίους καὶ διακοσίους, ἅμα δὲ τούτοις ἱππεῖς ἑκατόν, ὁρμήσας ἐκ Ψωφῖδος ἐποιεῖτο τὴν πορείαν διὰ τῆς Φενικῆς καὶ Στυμφαλίας, οὐδὲν μὲν εἰδὼς τῶν κατὰ τὸν Φίλιππον, βουλόμενος δὲ κατασῦραι τὴν τῶν Σικυωνίων χώραν. 4.68.2 τῆς δὲ νυκτὸς τῆς αὐτῆς, ἐν συνέβαινε στρατοπεδεύειν τὸν Φίλιππον περὶ τὸ Διοσκούριον, παρηλλαχὼς τὴν στρατοπεδείαν τοῦ βασιλέως περὶ τὴν ἑωθινὴν ἐμβάλλειν οἷός τʼ ἦν εἰς τὴν Σικυωνίαν. 4.68.3 τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπίδαν· 4.68.4 οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων προειρημένος, οὐδενὶ ποιήσας φανερὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν ἐν ᾗπερ ἧκε,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.67.3 Polyb. 4.68.1 (English) >>Polyb. 4.69.1

Powered by PhiloLogic