Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.68.1 Polyb. 4.68.7 (English) >>Polyb. 4.69.6

4.68.4 οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων προειρημένος, οὐδενὶ ποιήσας φανερὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν ἐν ᾗπερ ἧκε, 4.68.5 βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμφαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχωρίαις. 4.68.6 δὲ βασιλεύς, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς ὑπεναντίους, κατὰ δὲ τὴν αὑτοῦ πρόθεσιν ἀναζεύξας τὴν ἑωθινὴν προῆγε, κρίνων ποιεῖσθαι τὴν πορείαν παρʼ αὐτὸν τὸν Στύμφαλον ὡς ἐπὶ τὰς Καφύας· 4.68.7 ἐνθάδε γὰρ ἐγεγράφει τοῖς Ἀχαιοῖς συναθροίζεσθαι μετὰ τῶν ὅπλων.

4.69.1

τῆς δὲ πρωτοπορείας τῶν Μακεδόνων ἐπιβαλούσης ἐπὶ τὴν ὑπερβολὴν τὴν περὶ τὸ καλούμενον Ἀπέλαυρον, πρόκειται τῆς τῶν Στυμφαλίων πόλεως περὶ δέκα στάδιʼ, ἅμα συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμπεσεῖν ἐπὶ τὴν ὑπερβολήν. 4.69.2 μὲν οὖν Εὐριπίδας, συννοήσας τὸ γεγονὸς ἐκ τῶν προσηγγελμένων, παραλαβὼν μεθʼ ἑαυτοῦ τινας τῶν ἱππέων καὶ διαδρὰς τὸν ἐνεστῶτα καιρὸν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ψωφῖδα ταῖς ἀνοδίαις· 4.69.3 τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβηκότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ ποιεῖν καὶ πῇ τρέπεσθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.68.1 Polyb. 4.68.7 (English) >>Polyb. 4.69.6

Powered by PhiloLogic