Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.68.5 Polyb. 4.69.6 (English) >>Polyb. 4.70.3

4.69.3 τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβηκότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ ποιεῖν καὶ πῇ τρέπεσθαι. 4.69.4 τὸ μὲν γὰρ πρῶτον αὐτῶν οἱ προεστῶτες ὑπελάμβανον τῶν Ἀχαιῶν αὐτῶν τινας συνεπιβεβοηθηκέναι· καὶ μάλιστʼ ἠπάτων αὐτοὺς οἱ χαλκάσπιδες· 4.69.5 Μεγαλοπολίτας γὰρ εἶναι τούτους ἐδόξαζον, διὰ τὸ τοιούτοις ὅπλοις κεχρῆσθαι τοὺς προειρημένους ἐν τῷ περὶ Σελλασίαν ἐν τῷ πρὸς Κλεομένη κινδύνῳ, καθοπλίσαντος Ἀντιγόνου τοῦ βασιλέως πρὸς τὴν παροῦσαν χρείαν. 4.69.6 διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερδεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν. ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατʼ ἀλήθειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαντες τὰ ὅπλα. 4.69.7 ζωγρίᾳ μὲν οὖν ἑάλωσαν αὐτῶν περὶ χιλίους καὶ διακοσίους, τὸ δὲ λοιπὸν διεφθάρη πλῆθος, τὸ μὲν ὑπὸ τῶν Μακεδόνων, τὸ δʼ ὑπὸ τῶν κρημνῶν· διέφυγον δʼ οὐ πλείους τῶν ἑκατόν. 4.69.8 δὲ Φίλιππος τά τε σκῦλα καὶ τοὺς αἰχμαλώτους εἰς Κόρινθον ἀποπέμψας εἴχετο τῶν προκειμένων. 4.69.9 τοῖς δὲ Πελοποννησίοις πᾶσι παράδοξον ἐφάνη τὸ γεγονός· ἅμα γὰρ ἤκουον τὴν παρουσίαν καὶ τὴν νίκην τοῦ βασιλέως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.68.5 Polyb. 4.69.6 (English) >>Polyb. 4.70.3

Powered by PhiloLogic