Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.69.1 Polyb. 4.69.9 (English) >>Polyb. 4.70.7

4.69.6 διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερδεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν. ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατʼ ἀλήθειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαντες τὰ ὅπλα. 4.69.7 ζωγρίᾳ μὲν οὖν ἑάλωσαν αὐτῶν περὶ χιλίους καὶ διακοσίους, τὸ δὲ λοιπὸν διεφθάρη πλῆθος, τὸ μὲν ὑπὸ τῶν Μακεδόνων, τὸ δʼ ὑπὸ τῶν κρημνῶν· διέφυγον δʼ οὐ πλείους τῶν ἑκατόν. 4.69.8 δὲ Φίλιππος τά τε σκῦλα καὶ τοὺς αἰχμαλώτους εἰς Κόρινθον ἀποπέμψας εἴχετο τῶν προκειμένων. 4.69.9 τοῖς δὲ Πελοποννησίοις πᾶσι παράδοξον ἐφάνη τὸ γεγονός· ἅμα γὰρ ἤκουον τὴν παρουσίαν καὶ τὴν νίκην τοῦ βασιλέως.

4.70.1

Ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Ἀρκαδίας, καὶ πολλὰς ἀναδεξάμενος χιόνας καὶ ταλαιπωρίας ἐν ταῖς περὶ τὸν Ὀλύγυρτον ὑπερβολαῖς, τῇ τρίτῃ τῶν ἡμερῶν κατῆρε νύκτωρ εἰς Καφύας. 4.70.2 θεραπεύσας δὲ τὴν δύναμιν ἐπὶ δύʼ ἡμέρας ἐνταῦθα, καὶ προσαναλαβὼν Ἄρατον τὸν νεώτερον καὶ τοὺς ἅμα τούτῳ συνηθροισμένους τῶν Ἀχαιῶν, ὥστʼ εἶναι τὴν ὅλην δύναμιν εἰς τοὺς μυρίους, προῆγε διὰ τῆς Κλειτορίας ὡς ἐπὶ Ψωφῖδος, συναθροίζων ἐκ τῶν πόλεων ὧν διεπορεύετο βέλη καὶ κλίμακας. 4.70.3 δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκάδων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμπάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συνάπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσεσπερίων Ἀχαιῶν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.69.1 Polyb. 4.69.9 (English) >>Polyb. 4.70.7

Powered by PhiloLogic