4.7.1
Οἱ δʼ Ἀχαιοί, καθηκούσης αὐτοῖς ἐκ τῶν νόμων συνόδου κατὰ τὸν καιρὸν τοῦτον, ἧκον εἰς Αἴγιον. συνελθόντες δʼ εἰς τὴν ἐκκλησίαν,
4.7.2 καὶ τῶν τε Πατρέων καὶ Φαραιέων ἀπολογιζομένων τὰ γεγονότα περὶ τὴν χώραν αὐτῶν ἀδικήματα κατὰ τὴν τῶν Αἰτωλῶν δίοδον, τῶν τε Μεσσηνίων παρόντων κατὰ πρεσβείαν καὶ δεομένων σφίσι βοηθεῖν ἀδικουμένοις καὶ παρασπονδουμένοις,
4.7.3 διακούσαντες τῶν λεγομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσσηνίων ἀτυχίαις,
4.7.4 μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ τὰς συνθήκας,
4.7.5 ἐπὶ πᾶσι τούτοις παροξυνθέντες ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις· ὃ δʼ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτʼ εἶναι κύριον.
4.7.6 ὁ μὲν οὖν Τιμόξενος ὁ τότʼ ἔθʼ ὑπάρχων στρατηγός, ὅσον οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν συναγωγὴν τῶν ὄχλων.
4.7.7 μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ παρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοποννήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς.