Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.6.11 Polyb. 4.7.6 (English) >>Polyb. 4.8.2

4.7.3 διακούσαντες τῶν λεγομένων, καὶ συναγανακτοῦντες μὲν τοῖς Πατρεῦσι καὶ Φαραιεῦσι, συμπάσχοντες δὲ ταῖς τῶν Μεσσηνίων ἀτυχίαις, 4.7.4 μάλιστα δὲ νομίζοντες εἶναι δεινὸν εἰ μήτε συγχωρήσαντος τοῖς Αἰτωλοῖς μηδενὸς τὴν δίοδον μήτε καθάπαξ ἐπιβαλόμενοι παραιτεῖσθαι κατετόλμησαν ἐπιβῆναι στρατοπέδῳ τῆς Ἀχαΐας παρὰ τὰς συνθήκας, 4.7.5 ἐπὶ πᾶσι τούτοις παροξυνθέντες ἐψηφίσαντο βοηθεῖν τοῖς Μεσσηνίοις καὶ συνάγειν τὸν στρατηγὸν τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις· δʼ ἂν τοῖς συνελθοῦσι βουλευομένοις δόξῃ, τοῦτʼ εἶναι κύριον. 4.7.6 μὲν οὖν Τιμόξενος τότʼ ἔθʼ ὑπάρχων στρατηγός, ὅσον οὔπω ληγούσης τῆς ἀρχῆς, ἅμα δὲ τοῖς Ἀχαιοῖς ἀπιστῶν διὰ τὸ ῥᾳθύμως αὐτοὺς ἐσχηκέναι κατὰ τὸ παρὸν περὶ τὴν ἐν τοῖς ὅπλοις γυμνασίαν, ἀνεδύετο τὴν ἔξοδον καὶ καθόλου τὴν συναγωγὴν τῶν ὄχλων. 4.7.7 μετὰ γὰρ τὴν Κλεομένους τοῦ Σπαρτιατῶν βασιλέως ἔκπτωσιν, κάμνοντες μὲν τοῖς προγεγονόσι πολέμοις, πιστεύοντες δὲ τῇ παρούσῃ καταστάσει, πάντες ὠλιγώρησαν Πελοποννήσιοι τῆς περὶ τὰ πολεμικὰ παρασκευῆς. 4.7.8 δʼ Ἄρατος, σχετλιάζων καὶ παροξυνόμενος ἐπὶ τῇ τόλμῃ τῶν Αἰτωλῶν, θυμικώτερον ἐχρῆτο τοῖς πράγμασιν, ἅτε καὶ προϋπαρχούσης αὐτοῖς ἀλλοτριότητος ἐκ τῶν ἐπάνω χρόνων. 4.7.9 διὸ καὶ συνάγειν ἔσπευδε τοὺς Ἀχαιοὺς ἐν τοῖς ὅπλοις καὶ συμβαλεῖν πρόθυμος ἦν τοῖς Αἰτωλοῖς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.6.11 Polyb. 4.7.6 (English) >>Polyb. 4.8.2

Powered by PhiloLogic