Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.70.3 Polyb. 4.70.11 (English) >>Polyb. 4.71.6

4.70.8 παρὰ δὲ τὴν ἀπʼ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν τεθρύληται λόγος. 4.70.9 τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφαλίζεσθαι τὸν προειρημένον τρόπον· 4.70.10 τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν. ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς. 4.70.11 πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ.

4.71.1

Ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου· 4.71.2 καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον. 4.71.3 διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.70.3 Polyb. 4.70.11 (English) >>Polyb. 4.71.6

Powered by PhiloLogic