4.70.3 ἡ δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκάδων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμπάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συνάπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσεσπερίων Ἀχαιῶν·
4.70.4 ἐπίκειται δʼ εὐφυῶς τῇ τῶν Ἠλείων χώρᾳ, μεθʼ ὧν συνέβαινε τότε πολιτεύεσθαι αὐτήν.
4.70.5 πρὸς ἣν Φίλιππος τριταῖος ἐκ τῶν Καφυῶν διανύσας, κατεστρατοπέδευε περὶ τοὺς ἀπέναντι τῆς πόλεως ὑπερκειμένους βουνούς, ἀφʼ ὧν ἦν κατοπτεύειν τήν τε πόλιν ὅλην ἀσφαλῶς καὶ τοὺς πέριξ αὐτῆς τόπους.
4.70.6 συνθεωρῶν δὲ τὴν ὀχυρότητα τῆς Ψωφῖδος ὁ βασιλεὺς ἠπορεῖτο τί χρὴ ποιεῖν.
4.70.7 τὴν γὰρ ἀφʼ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείργασται φερόμενος ἐξ ὑπερδεξίων τόπων.
4.70.8 παρὰ δὲ τὴν ἀπʼ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν τεθρύληται λόγος.
4.70.9 τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφαλίζεσθαι τὸν προειρημένον τρόπον·