4.71.8 ὁ δὲ βασιλεὺς διατάξας κατὰ τρεῖς τόπους τοὺς προσοίσοντας τῷ τείχει τὰς κλίμακας, καὶ τούτοις ὁμοίως μερίσας τοὺς ἄλλους Μακεδόνας, μετὰ ταῦτα διὰ τῶν σαλπιγκτῶν ἀποδοὺς ἑκάστοις τὸ σύνθημα πανταχόθεν ἅμα τὴν προσβολὴν ἐποιεῖτο τοῖς τείχεσι.
4.71.9 τὸ μὲν οὖν πρῶτον ἠμύνοντο γενναίως οἱ κατέχοντες τὴν πόλιν, καὶ πολλοὺς ἀπὸ τῶν κλιμάκων ἀπέρριπτον·
4.71.10 ἐπεὶ δʼ ἥ τε χορηγία τῶν βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἐνέλειπεν, ὡς ἂν ἐκ τοῦ καιροῦ τῆς παρασκευῆς γεγενημένης, οἵ τε Μακεδόνες οὐ κατεπλήττοντο τὸ γινόμενον, ἀλλʼ ἐπὶ τὴν τοῦ ῥιφέντος ἀπὸ τῶν κλιμάκων χώραν ὁ κατόπιν ἀμελλήτως ἐπέβαινε,
4.71.11 τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν.
4.71.12 οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν.
4.71.13 οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·