Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.70.6 Polyb. 4.71.2 (English) >>Polyb. 4.71.9

4.70.10 τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν. ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς. 4.70.11 πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ.

4.71.1

Ταῦτʼ οὖν πάντα συνορῶν καὶ συλλογιζόμενος Φίλιππος τὰ μὲν ἀφίστατο τοῖς λογισμοῖς τοῦ βιάζεσθαι καὶ πολιορκεῖν τὴν πόλιν, τὰ δὲ προθύμως εἶχε, τὴν εὐκαιρίαν ὁρῶν τοῦ τόπου· 4.71.2 καθʼ ὅσον γὰρ ἐπέκειτο τοῖς Ἀχαιοῖς τότε καὶ τοῖς Ἀρκάσι καὶ πολεμητήριον ὑπῆρχε τοῖς Ἠλείοις ἀσφαλές, κατὰ τοσοῦτον πάλιν κρατηθὲν ἔμελλε τῶν μὲν Ἀρκάδων προκεῖσθαι, κατὰ δὲ τῶν Ἠλείων ὁρμητήριον ὑπάρξειν τοῖς συμμάχοις εὔκαιρον. 4.71.3 διόπερ ἐπὶ τοῦτο τὸ μέρος ὁρμήσας τῇ γνώμῃ παρήγγελλε τοῖς Μακεδόσιν ἅμα τῷ φωτὶ πᾶσιν ἀριστοποιεῖσθαι καὶ διεσκευασμένους ἑτοίμους ὑπάρχειν. 4.71.4 μετὰ δὲ ταῦτα διαβὰς τὴν κατὰ τὸν Ἐρύμανθον γέφυραν, οὐδενὸς ἐμποδὼν στάντος διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἧκε πρὸς αὐτὴν τὴν πόλιν ἐνεργῶς καὶ καταπληκτικῶς. 4.71.5 οἱ δὲ περὶ τὸν Εὐριπίδαν καὶ πάντες οἱ κατὰ τὴν πόλιν διηπόρουν ἐπὶ τοῖς συμβαίνουσι τῷ πεπεῖσθαι μήτʼ ἂν ἐξ ἐφόδου τολμῆσαι τοὺς πολεμίους προσβαλεῖν καὶ βιάζεσθαι πρὸς οὕτως ὀχυρὰν πόλιν μήτε χρόνιον ἂν συστήσασθαι πολιορκίαν διὰ τὴν τοῦ καιροῦ περίστασιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.70.6 Polyb. 4.71.2 (English) >>Polyb. 4.71.9

Powered by PhiloLogic