Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.71.6 Polyb. 4.72.1 (English) >>Polyb. 4.72.7

4.71.11 τέλος οἱ μὲν ἐκ τῆς πόλεως τραπέντες ἔφευγον πάντες πρὸς τὴν ἀκρόπολιν, τῶν δὲ παρὰ τοῦ βασιλέως οἱ μὲν Μακεδόνες ἐπέβησαν τοῦ τείχους, οἱ δὲ Κρῆτες πρὸς τοὺς κατὰ τὴν ὑπερδέξιον πύλην ἐπεξελθόντας τῶν μισθοφόρων συμμίξαντες ἠνάγκασαν αὐτοὺς οὐδενὶ κόσμῳ ῥίψαντας τὰ ὅπλα φεύγειν. 4.71.12 οἷς ἐπικείμενοι καὶ προσφέροντες τὰς χεῖρας συνεισέπεσον διὰ τῆς πύλης· ἐξ οὗ συνέβη πανταχόθεν ἅμα καταληφθῆναι τὴν πόλιν. 4.71.13 οἱ μὲν οὖν Ψωφίδιοι μετὰ τέκνων καὶ γυναικῶν ἀπεχώρησαν εἰς τὴν ἄκραν, ἅμα δὲ τούτοις οἱ περὶ τὸν Εὐριπίδαν, ὁμοίως δὲ καὶ τὸ λοιπὸν πλῆθος τῶν διασῳζομένων·

4.72.1

οἱ δὲ Μακεδόνες εἰσπεσόντες τὴν μὲν ἐνδομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν παραχρῆμα διήρπασαν, μετὰ δὲ ταῦτα ταῖς οἰκίαις ἐπισκηνώσαντες κατεῖχον τὴν πόλιν. 4.72.2 οἱ δὲ συμπεφευγότες εἰς τὴν ἀκρόπολιν, οὐδεμιᾶς σφίσι παρασκευῆς ὑπαρχούσης, προορώμενοι τὸ μέλλον ἔγνωσαν ἐγχειρίζειν σφᾶς αὐτοὺς τῷ Φιλίππῳ. 4.72.3 πέμψαντες οὖν κήρυκα πρὸς τὸν βασιλέα, καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας, ἐξαπέστειλαν τοὺς ἄρχοντας καὶ μετὰ τούτων Εὐριπίδαν· οἳ καὶ ποιησάμενοι σπονδὰς ἔλαβον τὴν ἀσφάλειαν τοῖς συμπεφευγόσιν ὁμοῦ ξένοις καὶ πολίταις. 4.72.4 οὗτοι μὲν οὖν αὖτις ἐπανῆλθον ὅθεν ὥρμησαν, ἔχοντες παράγγελμα μένειν κατὰ χώραν, ἕως ἂν δύναμις ἀναζεύξῃ, μή τινες ἀπειθήσαντες τῶν στρατιωτῶν διαρπάσωσιν αὐτούς·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.71.6 Polyb. 4.72.1 (English) >>Polyb. 4.72.7

Powered by PhiloLogic