4.73.1
τὸν τρόπον. οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακεδόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον.
4.73.2 ὁ δὲ βασιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρέλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς. ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων ἀποκατέστησε τοῖς Τελφουσίοις.
4.73.3 ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν. θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε.
4.73.4 καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ καλούμενον Ἀρτεμίσιον.
4.73.5 προσδεξάμενος δʼ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον. δῃουμένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων.
4.73.6 συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ τὴν ἄλλην Πελοπόννησον.
4.73.7 ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.