Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.74.4 Polyb. 4.75.2 (English) >>Polyb. 4.76.1

4.74.8

Ταῦτα μὲν οὖν ἡμῖν τῆς Ἠλείων ὑπομνήσεως εἰρήσθω χάριν, ἐπειδὴ τὰ τῶν καιρῶν οὐδέποτε πρότερον εὐφυεστέραν διάθεσιν ἔσχηκε τῆς νῦν πρὸς τὸ παρὰ πάντων ὁμολογουμένην κτήσασθαι τὴν ἀσυλίαν· τὴν δὲ χώραν, καθάπερ ἐπάνω προεῖπον, ἔτι τῆς παλαιᾶς συνηθείας οἷον αἰθυγμάτων ἐμμενόντων, οἰκοῦσι διαφερόντως Ἠλεῖοι.

4.75.1

διὸ καὶ κατὰ τὴν Φιλίππου παρουσίαν ἄπλετον μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλεῖον τὸ τῶν συμπεφευγότων. 4.75.2 πλείστη δʼ ἀποσκευὴ καὶ πλεῖστος ὄχλος ἡθροίσθη σωμάτων καὶ θρεμμάτων εἰς τὸ χωρίον, καλοῦσι Θαλάμας, διὰ τὸ τήν τε χώραν τὴν πέριξ αὐτοῦ στενὴν εἶναι καὶ δυσέμβολον τό τε χωρίον ἀπραγμάτευτον καὶ δυσπρόσοδον. 4.75.3 ἀκούων δʼ βασιλεὺς τὸ πλῆθος τῶν συμπεφευγότων εἰς τὸν προειρημένον τόπον, καὶ κρίνας μηδὲν ἀβασάνιστον μηδʼ ἀπέραντον ἀπολιπεῖν, τοῖς μὲν μισθοφόροις προκατελάβετο τοὺς ἐπὶ τῆς εἰσβολῆς εὐφυῶς κειμένους τόπους, 4.75.4 αὐτὸς δὲ τὴν ἀποσκευὴν καταλιπὼν ἐν τῷ χάρακι καὶ τὸ πλεῖον μέρος τῆς δυνάμεως, ἀναλαβὼν τοὺς πελταστὰς καὶ τοὺς εὐζώνους προῆγε διὰ τῶν στενῶν· οὐδενὸς δὲ κωλύοντος ἧκε πρὸς τὸ χωρίον. 4.75.5 καταπλαγέντων δὲ τῶν συμπεφευγότων τὴν ἔφοδον, ἅτε δὴ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀπείρως καὶ ἀπαρασκεύως διακειμένων, ἅμα δὲ καὶ συνδεδραμηκότος ὄχλου συρφετώδους, ταχέως παρέδοσαν αὑτούς·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.74.4 Polyb. 4.75.2 (English) >>Polyb. 4.76.1

Powered by PhiloLogic