Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.74.8 Polyb. 4.75.7 (English) >>Polyb. 4.76.6

4.75.4 αὐτὸς δὲ τὴν ἀποσκευὴν καταλιπὼν ἐν τῷ χάρακι καὶ τὸ πλεῖον μέρος τῆς δυνάμεως, ἀναλαβὼν τοὺς πελταστὰς καὶ τοὺς εὐζώνους προῆγε διὰ τῶν στενῶν· οὐδενὸς δὲ κωλύοντος ἧκε πρὸς τὸ χωρίον. 4.75.5 καταπλαγέντων δὲ τῶν συμπεφευγότων τὴν ἔφοδον, ἅτε δὴ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀπείρως καὶ ἀπαρασκεύως διακειμένων, ἅμα δὲ καὶ συνδεδραμηκότος ὄχλου συρφετώδους, ταχέως παρέδοσαν αὑτούς· 4.75.6 ἐν οἷς ἦσαν καὶ μισθοφόροι διακόσιοι μιγάδες, οὓς ἧκεν ἔχων Ἀμφίδαμος στρατηγὸς τῶν Ἠλείων. 4.75.7 δὲ Φίλιππος, κυριεύσας ἀποσκευῆς τε πολλῆς καὶ σωμάτων πλειόνων πεντακισχιλίων, πρὸς δὲ τούτοις τῆς τετράποδος λείας ἀναρίθμητον ἐξελασάμενος πλῆθος, τότε μὲν ἐπανῆλθε πρὸς χάρακα, 4.75.8 μετὰ δὲ ταῦτα τῆς δυνάμεως ὑπεργεμούσης αὐτῷ παντοδαπῆς ὠφελείας, βαρὺς ὢν καὶ δύσχρηστος, ἀνεχώρει διὰ ταῦτα, καὶ κατέζευξε πάλιν εἰς τὴν Ὀλυμπίαν.

4.76.1

Ἀπελλῆς δʼ, ὃς ἦν μὲν εἷς τῶν ὑπʼ Ἀντιγόνου καταλειφθέντων ἐπιτρόπων τοῦ παιδός, πλεῖστον δʼ ἐτύγχανε τότε δυνάμενος παρὰ τῷ βασιλεῖ, βουληθεὶς τὸ τῶν Ἀχαιῶν ἔθνος ἀγαγεῖν εἰς παραπλησίαν διάθεσιν τῇ Θετταλῶν, ἐπεβάλετο πρᾶγμα ποιεῖν μοχθηρόν. 4.76.2 Θετταλοὶ γὰρ ἐδόκουν μὲν κατὰ νόμους πολιτεύειν καὶ πολὺ διαφέρειν Μακεδόνων, διέφερον δʼ οὐδέν, ἀλλὰ πᾶν ὁμοίως ἔπασχον Μακεδόσι καὶ πᾶν ἐποίουν τὸ προσταττόμενον τοῖς βασιλικοῖς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.74.8 Polyb. 4.75.7 (English) >>Polyb. 4.76.6

Powered by PhiloLogic