Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.76.2 Polyb. 4.76.9 (English) >>Polyb. 4.77.7

4.76.7 καὶ ταῦτα μικροῖς χρόνοις πρότερον μετʼ Ἀντιγόνου συνεστρατευμένος, καὶ τεθεαμένος τοὺς Ἀχαιοὺς ὅτι παντὸς δεινοῦ λαβεῖν πεῖραν ὑπέμειναν, ἐφʼ μὴ ποιεῖν Κλεομένει τὸ προσταττόμενον. 4.76.8 οὐ μὴν ἀλλὰ συστραφέντων τινῶν Ἀχαϊκῶν νεανίσκων, καὶ προσελθόντων τοῖς περὶ τὸν Ἄρατον καὶ διασαφούντων τὴν Ἀπελλοῦ βούλησιν, ἧκον ἐπὶ τὸν Φίλιππον οἱ περὶ τὸν Ἄρατον, κρίναντες ἐν ἀρχαῖς περὶ τῶν τοιούτων διίστασθαι καὶ μὴ καταμέλλειν. ἐντυχόντων δʼ αὐτῶν τῷ βασιλεῖ περὶ τούτων, 4.76.9 διακούσας Φίλιππος τὰ γεγονότα, τοὺς μὲν νεανίσκους παρεκάλει θαρρεῖν, ὡς οὐδενὸς αὐτοῖς ἔτι συμβησομένου τοιούτου, τῷ δʼ Ἀπελλῇ παρήγγειλε μηδὲν ἐπιτάττειν τοῖς Ἀχαιοῖς χωρὶς τῆς τοῦ στρατηγοῦ γνώμης.

4.77.1

Φίλιππος μὲν οὖν κατὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἐν τοῖς ὑπαίθροις συνδιατρίβοντας καὶ κατὰ τὴν ἐν τοῖς πολεμικοῖς πρᾶξιν καὶ τόλμαν οὐ μόνον παρὰ τοῖς στρατευομένοις, ἀλλὰ καὶ παρὰ τοῖς λοιποῖς πᾶσι Πελοποννησίοις εὐδοκίμει. 4.77.2 βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν· 4.77.3 καὶ γὰρ ἀγχίνοια καὶ μνήμη καὶ χάρις ἐπῆν αὐτῷ διαφέρουσα, πρὸς δὲ τούτοις ἐπίφασις βασιλικὴ καὶ δύναμις, τὸ δὲ μέγιστον, πρᾶξις καὶ τόλμα πολεμική. 4.77.4 καὶ τί δή ποτʼ ἦν τὸ ταῦτα πάντα καταγωνισάμενον καὶ ποιῆσαν ἐκ βασιλέως εὐφυοῦς τύραννον ἄγριον οὐκ εὐχερὲς διὰ βραχέων δηλῶσαι. διὸ καὶ περὶ μὲν τούτων σκέπτεσθαι καὶ διαπορεῖν ἄλλος ἁρμόσει καιρὸς μᾶλλον τοῦ νῦν ἐνεστῶτος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.76.2 Polyb. 4.76.9 (English) >>Polyb. 4.77.7

Powered by PhiloLogic