Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.77.4 Polyb. 4.77.10 (English) >>Polyb. 4.78.7

4.77.7 ὃς παραγενόμενος εἰς τὴν Ἠλείαν, καὶ παραλαβὼν τοὺς μισθοφόρους τῶν Ἠλείων, ὄντας εἰς πεντακοσίους, καὶ πολιτικοὺς χιλίους, ἅμα δὲ τούτοις τοὺς Ταραντίνους, ἧκε βοηθῶν εἰς τὴν Τριφυλίαν, 4.77.8 τῆς μὲν προσηγορίας τέτευχε ταύτης ἀπὸ Τριφύλου τῶν Ἀρκάδος παίδων ἑνός, κεῖται δὲ τῆς Πελοποννήσου παρὰ θάλατταν μεταξὺ τῆς Ἠλείων καὶ Μεσσηνίων χώρας, τέτραπται δʼ εἰς τὸ Λιβυκὸν πέλαγος, ἐσχατεύουσα τῆς Ἀρκαδίας ὡς πρὸς χειμερινὰς δύσεις, 4.77.9 ἔχει δʼ ἐν αὑτῇ πόλεις ταύτας, Σαμικόν, Λέπρεον, Ὕπαναν, Τυπανέας, Πύργον, Αἴπιον, Βώλακα, Στυλάγγιον, Φρίξαν. 4.77.10 ὧν ὀλίγοις χρόνοις πρότερον ἐπικρατήσαντες Ἠλεῖοι προσελάβοντο καὶ τὴν τῶν Ἀλιφειρέων πόλιν, οὖσαν ἐξ ἀρχῆς ὑπʼ Ἀρκαδίαν καὶ Μεγαλόπολιν, Λυδιάδου τοῦ Μεγαλοπολίτου κατὰ τὴν τυραννίδα πρός τινας ἰδίας πράξεις ἀλλαγὴν δόντος τοῖς Ἠλείοις.

4.78.1

Πλὴν γε Φιλλίδας τοὺς μὲν Ἠλείους εἰς Λέπρεον, τοὺς δὲ μισθοφόρους εἰς Ἀλίφειραν ἀποστείλας, αὐτὸς δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐν Τυπανέαις ἐκαραδόκει τὸ συμβησόμενον. 4.78.2 δὲ βασιλεὺς ἀποθέμενος τὴν ἀποσκευὴν καὶ διαβὰς τῇ γεφύρᾳ τὸν Ἀλφειὸν ποταμόν, ὃς ῥεῖ παρʼ αὐτὴν τὴν τῶν Ἡραιέων πόλιν, 4.78.3 ἧκε πρὸς τὴν Ἀλίφειραν, κεῖται μὲν ἐπὶ λόφου κρημνώδους πανταχόθεν, ἔχοντος πλεῖον δέκα σταδίων πρόσβασιν, ἔχει δʼ ἄκραν ἐν αὐτῇ τῇ κορυφῇ τοῦ σύμπαντος λόφου καὶ χαλκοῦν Ἀθηνᾶς ἀνδριάντα, κάλλει καὶ μεγέθει διαφέροντα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.77.4 Polyb. 4.77.10 (English) >>Polyb. 4.78.7

Powered by PhiloLogic