Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.77.9 Polyb. 4.78.7 (English) >>Polyb. 4.79.3

4.78.4 οὗ τὴν μὲν αἰτίαν, ἀπὸ ποίας προθέσεως χορηγίας ἔλαβε τὴν ἀρχὴν τῆς κατασκευῆς, ἀμφισβητεῖσθαι συμβαίνει καὶ παρὰ τοῖς ἐγχωρίοιςοὔτε γὰρ πόθεν οὔτε τίς ἀνέθηκεν εὑρίσκεται τρανῶς4.78.5 τὸ μέντοι γε τῆς τέχνης ἀποτέλεσμα συμφωνεῖται παρὰ πᾶσι, διότι τῶν μεγαλομερεστάτων καὶ τεχνικωτάτων ἔργων ἐστίν, Ὑπατοδώρου καὶ Σωστράτου κατεσκευακότων. 4.78.6 οὐ μὴν ἀλλʼ ἐπιγενομένης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων ἐφεδρείας πρὸ τούτων, 4.78.7 ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον. 4.78.8 ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας. 4.78.9 κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς. 4.78.10 ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως. 4.78.11 πρῶτος μὲν οὖν βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών· τούτου δʼ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. οἱ δὲ Μακεδόνες,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.77.9 Polyb. 4.78.7 (English) >>Polyb. 4.79.3

Powered by PhiloLogic