Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.7 Polyb. 4.8 (English) >>Polyb. 4.9

4.8.1

Ἄρατος γὰρ ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον· 4.8.2 καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾴως καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος, 4.8.3 ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δεινότατος. 4.8.4 ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς κατὰ τὸν Ἀκροκόρινθον πράξεως. 4.8.5 δʼ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δʼ ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δʼ οὐ μένων τὸ δεινόν. 4.8.6 διὸ καὶ τροπαίων ἐπʼ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτʼ ἦν εὐχείρωτος. 4.8.7 οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς μὲν εὐφυῶς ἔχειν, πρὸς δʼ ἐναντίως, ἀλλὰ καὶ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον. 4.8.8 οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν. 4.8.9 τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δʼ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς γε πολεμικῆς χρείας τῆς κατʼ ἄνδρα μὲν καὶ κατʼ ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐπʼ ἴσον συντάξεως ἄπρακτοι. 4.8.10 Θετταλῶν γοῦν ἱππεῖς κατʼ ἴλην μὲν καὶ φαλαγγηδὸν ἀνυπόστατοι, χωρὶς δὲ παρατάξεως πρὸς καιρὸν καὶ τόπον κατʼ ἄνδρα κινδυνεῦσαι δύσχρηστοι καὶ βραδεῖς· Αἰτωλοὶ δὲ τούτων τἀναντία. 4.8.11 Κρῆτες δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν πρὸς μὲν ἐνέδρας καὶ λῃστείας καὶ κλοπὰς πολεμίων καὶ νυκτερινὰς ἐπιθέσεις καὶ πάσας τὰς μετὰ δόλου καὶ κατὰ μέρος χρείας ἀνυπόστατοι, πρὸς δὲ τὴν ἐξ ὁμολόγου καὶ κατὰ πρόσωπον φαλαγγηδὸν ἔφοδον ἀγεννεῖς καὶ πλάγιοι ταῖς ψυχαῖς· Ἀχαιοὶ δὲ καὶ Μακεδόνες τἀναντία τούτων. 4.8.12 ταῦτα μὲν εἰρήσθω μοι χάριν τοῦ μὴ διαπιστεῖν τοὺς ἀναγινώσκοντας τοῖς λεγομένοις, ἐάν που περὶ τῶν αὐτῶν ἀνδρῶν ἐναντίας ἀποφάσεις ποιώμεθα περὶ τὰ παραπλήσια τῶν ἐπιτηδευμάτων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.7 Polyb. 4.8 (English) >>Polyb. 4.9

Powered by PhiloLogic