Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.7.8 Polyb. 4.8.5 (English) >>Polyb. 4.8.12

4.8.3 ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης, δεινότατος. 4.8.4 ἐναργῆ δὲ τῶν τοιούτων μαρτύρια καὶ πλείω μέν, ἐκφανέστατα δὲ τοῖς ἱστορηκόσι κατὰ μέρος περί τε τῆς Σικυῶνος καὶ Μαντινείας καταλήψεως καὶ περὶ τῆς Αἰτωλῶν ἐκ τῆς Πελληνέων πόλεως ἐκβολῆς, τὸ δὲ μέγιστον, περὶ τῆς κατὰ τὸν Ἀκροκόρινθον πράξεως. 4.8.5 δʼ αὐτὸς οὗτος, ὅτε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δʼ ἐν ταῖς ἐπιβολαῖς, ἐν ὄψει δʼ οὐ μένων τὸ δεινόν. 4.8.6 διὸ καὶ τροπαίων ἐπʼ αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτʼ ἦν εὐχείρωτος. 4.8.7 οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδές, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς μὲν εὐφυῶς ἔχειν, πρὸς δʼ ἐναντίως, ἀλλὰ καὶ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον. 4.8.8 οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν. 4.8.9 τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκαταστάσεις, οἱ δʼ αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς γε πολεμικῆς χρείας τῆς κατʼ ἄνδρα μὲν καὶ κατʼ ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐπʼ ἴσον συντάξεως ἄπρακτοι.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.7.8 Polyb. 4.8.5 (English) >>Polyb. 4.8.12

Powered by PhiloLogic