Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.80.5 Polyb. 4.80.11 (English) >>Polyb. 4.81.2

4.80.8 δὲ βασιλεὺς ἀκούσας τὰ γεγονότα, τὴν μὲν λοιπὴν δύναμιν εἰς τὸ Λέπρεον ἀπέστειλε, τοὺς δὲ πελταστὰς καὶ τοὺς εὐζώνους ἀναλαβὼν ἡγεῖτο, συνάψαι σπεύδων τοῖς περὶ τὸν Φιλλίδαν. 4.80.9 καταλαβὼν δὲ τῆς μὲν ἀποσκευῆς ἐγκρατὴς ἐγένετο πάσης, οἱ δὲ περὶ τὸν Φιλλίδαν κατετάχησαν εἰς τὸ Σαμικὸν παραπεσόντες. 4.80.10 προσστρατοπεδεύσας δὲ τῷ χωρίῳ, καὶ τὴν λοιπὴν ἐπισπασάμενος ἐκ τοῦ Λεπρέου δύναμιν, ἔμφασιν ἐποίει τοῖς ἔνδον ὡς πολιορκήσων τὸ χωρίον. 4.80.11 οἱ δʼ Αἰτωλοὶ μετὰ τῶν Ἠλείων οὐδὲν ἔχοντες ἕτοιμον πρὸς πολιορκίαν πλὴν χερῶν, καταπλαγέντες τὴν περίστασιν ἐλάλουν περὶ ἀσφαλείας πρὸς τὸν Φίλιππον. 4.80.12 λαβόντες δὲ συγχώρημα μετὰ τῶν ὅπλων ποιήσασθαι τὴν ἀπόλυσιν, οὗτοι μὲν ὥρμησαν εἰς τὴν Ἠλείαν· δὲ βασιλεὺς τοῦ μὲν Σαμικοῦ παραυτίκα κύριος ἐγένετο, 4.80.13 μετὰ δὲ ταῦτα, παραγενομένων πρὸς αὐτὸν καὶ τῶν ἄλλων μεθʼ ἱκετηρίας, παρέλαβε Φρίξαν, Στυλάγγιον, Αἴπιον, Βώλακα, Πύργον, Ἐπιτάλιον. 4.80.14 ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθε πάλιν εἰς τὸ Λέπρεον, πᾶσαν ὑφʼ ἑαυτὸν πεποιημένος τὴν Τριφυλίαν ἐν ἡμέραις ἕξ. 4.80.15 παρακαλέσας δὲ τοὺς Λεπρεάτας τὰ πρέποντα τῷ καιρῷ, καὶ φυλακὴν εἰσαγαγὼν εἰς τὴν ἄκραν, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐφʼ Ἡραίας, ἀπολιπὼν ἐπιμελητὴν τῆς Τριφυλίας Λάδικον τὸν Ἀκαρνᾶνα.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.80.5 Polyb. 4.80.11 (English) >>Polyb. 4.81.2

Powered by PhiloLogic