Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.80.8 Polyb. 4.80.16 (English) >>Polyb. 4.81.7

4.80.13 μετὰ δὲ ταῦτα, παραγενομένων πρὸς αὐτὸν καὶ τῶν ἄλλων μεθʼ ἱκετηρίας, παρέλαβε Φρίξαν, Στυλάγγιον, Αἴπιον, Βώλακα, Πύργον, Ἐπιτάλιον. 4.80.14 ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθε πάλιν εἰς τὸ Λέπρεον, πᾶσαν ὑφʼ ἑαυτὸν πεποιημένος τὴν Τριφυλίαν ἐν ἡμέραις ἕξ. 4.80.15 παρακαλέσας δὲ τοὺς Λεπρεάτας τὰ πρέποντα τῷ καιρῷ, καὶ φυλακὴν εἰσαγαγὼν εἰς τὴν ἄκραν, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐφʼ Ἡραίας, ἀπολιπὼν ἐπιμελητὴν τῆς Τριφυλίας Λάδικον τὸν Ἀκαρνᾶνα. 4.80.16 παραγενόμενος δʼ εἰς τὴν προειρημένην πόλιν τὴν μὲν λείαν διένειμε πᾶσαν, τὴν δʼ ἀποσκευὴν ἀναλαβὼν ἐκ τῆς Ἡραίας ἦλθε μέσου χειμῶνος εἰς Μεγάλην πόλιν.

4.81.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ἔπραττε τὰ κατὰ τὴν Τριφυλίαν, καὶ Χείλων Λακεδαιμόνιος, ὑπολαμβάνων αὑτῷ καθήκειν κατὰ γένος τὴν βασιλείαν, καὶ βαρέως φέρων τὴν γεγενημένην ὑπεροψίαν περὶ αὐτὸν ἐκ τῶν ἐφόρων ἐν τῇ κατὰ τὸν Λυκοῦργον κρίσει περὶ τῆς βασιλείας, κινεῖν ἐπεβάλετο τὰ καθεστῶτα. 4.81.2 νομίσας δʼ, εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει καὶ τοῖς πολλοῖς ὑποδείξαι τὴν ἐλπίδα τῆς κληρουχίας καὶ τῶν ἀναδασμῶν, ταχέως ἐπακολουθήσειν αὐτῷ τὸ πλῆθος, ὥρμησε πρὸς τὴν πρᾶξιν. 4.81.3 συμφρονήσας δὲ περὶ τούτων πρὸς τοὺς φίλους, καὶ λαβὼν κοινωνοὺς τῆς τόλμης εἰς διακοσίους τὸ πλῆθος, ἐγίνετο πρὸς τῷ συντελεῖν τὴν ἐπίνοιαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.80.8 Polyb. 4.80.16 (English) >>Polyb. 4.81.7

Powered by PhiloLogic