Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.79.3 Polyb. 4.80.2 (English) >>Polyb. 4.80.9

4.79.7 ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως. 4.79.8 οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.

4.80.1

Ἔτι δὴ τούτων πραττομένων οἱ Λεπρεᾶται καταλαβόμενοι τόπον τινὰ τῆς πόλεως ἠξίουν ἐκχωρεῖν τῆς ἄκρας καὶ τῆς πόλεως τοὺς Ἠλείους καὶ τοὺς Αἰτωλούς, ὁμοίως δὲ καὶ τοὺς παρὰ Λακεδαιμονίων· ἧκε γὰρ καὶ παρʼ ἐκείνων αὐτοῖς βοήθεια. 4.80.2 τὸ μὲν οὖν πρῶτον οἱ περὶ τὸν Φιλλίδαν οὐ προσεῖχον, ἀλλʼ ἔμενον, ὡς καταπληξόμενοι τοὺς ἐν τῇ πόλει· 4.80.3 τοῦ δὲ βασιλέως εἰς μὲν τὴν Φιγάλειαν Ταυρίωνα μετὰ στρατιωτῶν ἐξαποστείλαντος, αὐτοῦ δὲ προάγοντος εἰς τὸ Λέπρεον καὶ συνεγγίζοντος ἤδη τῇ πόλει, συνέντες οἱ περὶ τὸν Φιλλίδαν ἐταπεινώθησαν, οἱ δὲ Λεπρεᾶται προσεπερρώσθησαν ταῖς ὁρμαῖς. 4.80.4 καλὸν γὰρ δὴ τοῦτο Λεπρεάταις ἔργον πέπρακται, τὸ χιλίων μὲν ἔνδον ὄντων Ἠλείων, χιλίων δὲ σὺν τοῖς πειραταῖς Αἰτωλῶν, πεντακοσίων δὲ μισθοφόρων, διακοσίων δὲ Λακεδαιμονίων, πρὸς δὲ τούτοις τῆς ἄκρας κατεχομένης, ὅμως ἀντιποιήσασθαι τῆς ἑαυτῶν πατρίδος καὶ μὴ προέσθαι τὰς σφετέρας ἐλπίδας. 4.80.5 δὲ Φιλλίδας, ὁρῶν τοὺς Λεπρεάτας ἀνδρωδῶς ὑφισταμένους καὶ τοὺς Μακεδόνας ἐγγίζοντας, ἐξεχώρησε τῆς πόλεως ἅμα τοῖς Ἠλείοις καὶ τοῖς παρὰ τῶν Λακεδαιμονίων.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.79.3 Polyb. 4.80.2 (English) >>Polyb. 4.80.9

Powered by PhiloLogic