Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.81.3 Polyb. 4.81.11 (English) >>Polyb. 4.82.3

4.81.8 δὲ Χείλων ἀπεσφαλμένος τοῦ κυριωτάτου πρὸς τὴν ἐπιβολὴν ἀθύμως διέκειτο, πράττειν δʼ ὅμως ἠναγκάζετο τὸ συνεχές. 4.81.9 διόπερ εἰς τὴν ἀγορὰν εἰσβαλὼν τοῖς μὲν ἐχθροῖς προσέφερε τὰς χεῖρας, τοὺς δʼ οἰκείους καὶ φίλους παρεκάλει, τοῖς δὲ λοιποῖς ὑπεδείκνυε τὰς ἄρτι ῥηθείσας ἐλπίδας. 4.81.10 οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τἀναντία δὲ συστρεφομένων ἐπʼ αὐτὸν τῶν ἀνθρώπων, συννοήσας τὸ γινόμενον, ἀπεχώρει λαθραίως, καὶ διελθὼν τὴν χώραν ἧκε μόνος εἰς τὴν Ἀχαΐαν ἐκπεπτωκώς. οἱ δὲ Λακεδαιμόνιοι, 4.81.11 δείσαντες τὴν τοῦ Φιλίππου παρουσίαν, τἀπὸ τῆς χώρας ἀπεσκευάζοντο καὶ τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον κατασκάψαντες ἐξέλιπον.

Λακεδαιμόνιοι μὲν οὖν, 4.81.12 ἀπὸ τῆς Λυκούργου νομοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμπαλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας αὐτῶν προβαινούσης, 4.81.13 τέλος πλείστων μὲν πόνων καὶ στάσεων ἐμφυλίων πεῖραν εἶχον, πλείστοις δʼ ἐπάλαισαν ἀναδασμοῖς καὶ φυγαῖς, πικροτάτης δὲ δουλείας πεῖραν ἔλαβον ἕως τῆς Νάβιδος τυραννίδος, οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι ῥᾳδίως αὐτῆς. 4.81.14 τὰ μὲν οὖν πάλαι καὶ τὰ πλείω περὶ Λακεδαιμονίων εἰς ἑκάτερον μέρος ὑπὸ πολλῶν εἴρηται τάδε. ἐναργέστατα δʼ ἐστὶν ἀφʼ οὗ Κλεομένης ὁλοσχερῶς κατέλυσε τὸ πάτριον πολίτευμα. νῦν δʼ ὑφʼ ἡμῶν ῥηθήσεται κατὰ τοὺς ἁρμόζοντας ἀεὶ καιρούς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.81.3 Polyb. 4.81.11 (English) >>Polyb. 4.82.3

Powered by PhiloLogic