Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.80.12 Polyb. 4.81.5 (English) >>Polyb. 4.81.13

4.81.2 νομίσας δʼ, εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει καὶ τοῖς πολλοῖς ὑποδείξαι τὴν ἐλπίδα τῆς κληρουχίας καὶ τῶν ἀναδασμῶν, ταχέως ἐπακολουθήσειν αὐτῷ τὸ πλῆθος, ὥρμησε πρὸς τὴν πρᾶξιν. 4.81.3 συμφρονήσας δὲ περὶ τούτων πρὸς τοὺς φίλους, καὶ λαβὼν κοινωνοὺς τῆς τόλμης εἰς διακοσίους τὸ πλῆθος, ἐγίνετο πρὸς τῷ συντελεῖν τὴν ἐπίνοιαν. 4.81.4 θεωρῶν δὲ μέγιστον ἐμπόδιον ὑπάρχον αὑτῷ πρὸς τὴν ἐπιβολὴν τὸν Λυκοῦργον καὶ τοὺς ἐφόρους τοὺς περιθέντας ἐκείνῳ τὴν βασιλείαν, ὥρμησε πρῶτον ἐπὶ τούτους. 4.81.5 τοὺς μὲν οὖν ἐφόρους δειπνοῦντας καταλαβών, πάντας αὐτοῦ κατέσφαξε, τῆς τύχης τὴν ἁρμόζουσαν αὐτοῖς ἐπιθείσης δίκην· καὶ γὰρ ὑφʼ οὗ καὶ περὶ οὗ ταῦτʼ ἔπαθον, δικαίως αὐτοὺς ἄν τις φήσειε πεπονθέναι. 4.81.6 δὲ Χείλων, τὰ κατὰ τούτους συντελεσάμενος, παρῆν ἐπὶ τὴν οἰκίαν τοῦ Λυκούργου καὶ κατέλαβε μὲν ἔνδον, οὐ μὴν ἐδυνήθη γʼ ἐγκρατὴς αὐτοῦ γενέσθαι. 4.81.7 διὰ γάρ τινων κατοικούντων ἐκ γειτόνων ἐκκλαπεὶς καὶ διαδρὰς ἔλαθεν αὐτόν. οὗτος μὲν οὖν ἀνεχώρησε ταῖς ἀνοδίαις εἰς τὴν ἐν τῇ Τριπόλει προσαγορευομένην Πελλήνην. 4.81.8 δὲ Χείλων ἀπεσφαλμένος τοῦ κυριωτάτου πρὸς τὴν ἐπιβολὴν ἀθύμως διέκειτο, πράττειν δʼ ὅμως ἠναγκάζετο τὸ συνεχές. 4.81.9 διόπερ εἰς τὴν ἀγορὰν εἰσβαλὼν τοῖς μὲν ἐχθροῖς προσέφερε τὰς χεῖρας, τοὺς δʼ οἰκείους καὶ φίλους παρεκάλει, τοῖς δὲ λοιποῖς ὑπεδείκνυε τὰς ἄρτι ῥηθείσας ἐλπίδας.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.80.12 Polyb. 4.81.5 (English) >>Polyb. 4.81.13

Powered by PhiloLogic