Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.81.2 Polyb. 4.81.9 (English) >>Polyb. 4.82.1

4.81.6 δὲ Χείλων, τὰ κατὰ τούτους συντελεσάμενος, παρῆν ἐπὶ τὴν οἰκίαν τοῦ Λυκούργου καὶ κατέλαβε μὲν ἔνδον, οὐ μὴν ἐδυνήθη γʼ ἐγκρατὴς αὐτοῦ γενέσθαι. 4.81.7 διὰ γάρ τινων κατοικούντων ἐκ γειτόνων ἐκκλαπεὶς καὶ διαδρὰς ἔλαθεν αὐτόν. οὗτος μὲν οὖν ἀνεχώρησε ταῖς ἀνοδίαις εἰς τὴν ἐν τῇ Τριπόλει προσαγορευομένην Πελλήνην. 4.81.8 δὲ Χείλων ἀπεσφαλμένος τοῦ κυριωτάτου πρὸς τὴν ἐπιβολὴν ἀθύμως διέκειτο, πράττειν δʼ ὅμως ἠναγκάζετο τὸ συνεχές. 4.81.9 διόπερ εἰς τὴν ἀγορὰν εἰσβαλὼν τοῖς μὲν ἐχθροῖς προσέφερε τὰς χεῖρας, τοὺς δʼ οἰκείους καὶ φίλους παρεκάλει, τοῖς δὲ λοιποῖς ὑπεδείκνυε τὰς ἄρτι ῥηθείσας ἐλπίδας. 4.81.10 οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τἀναντία δὲ συστρεφομένων ἐπʼ αὐτὸν τῶν ἀνθρώπων, συννοήσας τὸ γινόμενον, ἀπεχώρει λαθραίως, καὶ διελθὼν τὴν χώραν ἧκε μόνος εἰς τὴν Ἀχαΐαν ἐκπεπτωκώς. οἱ δὲ Λακεδαιμόνιοι, 4.81.11 δείσαντες τὴν τοῦ Φιλίππου παρουσίαν, τἀπὸ τῆς χώρας ἀπεσκευάζοντο καὶ τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον κατασκάψαντες ἐξέλιπον.

Λακεδαιμόνιοι μὲν οὖν, 4.81.12 ἀπὸ τῆς Λυκούργου νομοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμπαλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας αὐτῶν προβαινούσης,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.81.2 Polyb. 4.81.9 (English) >>Polyb. 4.82.1

Powered by PhiloLogic