Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.81.11 Polyb. 4.82.3 (English) >>Polyb. 4.83.1

4.82.1

δὲ Φίλιππος ἀναζεύξας ἐκ τῆς Μεγάλης πόλεως καὶ πορευθεὶς διὰ τῆς Τεγέας παρῆν εἰς Ἄργος, κἀκεῖ τὸ λοιπὸν μέρος τοῦ χειμῶνος διέτριβε, κατά τε τὴν λοιπὴν ἀναστροφὴν καὶ κατὰ τὰς πράξεις τεθαυμασμένος ὑπὲρ τὴν ἡλικίαν ἐν ταῖς προειρημέναις στρατείαις. 4.82.2 δʼ Ἀπελλῆς οὐδʼ ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλʼ οἷός τʼ ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς. 4.82.3 ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουνέχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ. 4.82.4 ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν. 4.82.5 συνίστανε δὲ καὶ τῷ Φιλίππῳ, προσεπιδεικνύων αὐτῷ παρʼ ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δʼ αὐτῷ πείθηται καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν. 4.82.6 περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ περὶ τὸν Ἄρατον ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.81.11 Polyb. 4.82.3 (English) >>Polyb. 4.83.1

Powered by PhiloLogic