Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.84.2 | Polyb. 4.84.9 (English) | >>Polyb. 4.86.1 |
4.84.7 ὁ δʼ Ἀπελλῆς , ἐκ τούτου τοῦ πράγματος πλάσας τὴν διαβολήν , προσήνεγκε τῷ Φιλίππῳ , φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδʼ ἀληθινῶς εὐνοεῖν αὐτῷ · καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι .
4.84.8 καθʼ ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε , τούτους ἔφη κατʼ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον καὶ λέγειν ὅτι κατʼ οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον ,
4.84.9 καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθʼ ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν , ὑπομένειν δὲ τὸν πρὸς
4.85.1
τῶν δὲ παραγενομένων , ἔλεγε τὰ προειρημένα τολμηρῶς καὶ καταπληκτικῶς ὁ Ἀπελλῆς , καί τι προσεπεῖπε τοιοῦτον ἔτι σιωπῶντος τοῦ βασιλέως ·
4.85.3 ἐπείπερ οὕτως ἀχαρίστους ὑμᾶς ὁ βασιλεύς , Ἄρατε , καὶ λίαν ἀγνώμονας εὑρίσκει , κρίνει συναγαγὼν τοὺς Ἀχαιοὺς καὶ περὶ τούτων ἀπολογισμοὺς ποιησάμενος ἀπαλλάττεσθαι πάλιν εἰς Μακεδονίαν .
4.85.4 ὁ δὲ πρεσβύτερος Ἄρατος ὑπολαβὼν καθόλου μὲν ἠξίου τὸν Φίλιππον μηδενὶ τῶν λεγομένων ὀξέως μηδʼ ἀκρίτως μηδέποτε πιστεύειν ,
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 4.84.2 | Polyb. 4.84.9 (English) | >>Polyb. 4.86.1 |