Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.84.9 Polyb. 4.86.1 (English) >>Polyb. 4.87.1

4.85.5 ὅταν δὲ κατά τινος τῶν φίλων καὶ συμμάχων προσπέσῃ τις αὐτῷ λόγος, τὸν ἀκριβέστερον ἔλεγχον ποιεῖσθαι πρὶν δέξασθαι τὴν διαβολήν· καὶ γὰρ βασιλικὸν εἶναι τὸ τοιοῦτο καὶ πρὸς πᾶν συμφέρον. 4.85.6 διὸ καὶ νῦν ἠξίου περὶ τῶν ὑπʼ Ἀπελλοῦ λεγομένων καλεῖν τοὺς ἀκηκοότας, ἄγειν εἰς τὸ μέσον τὸν εἰρηκότα πρὸς αὐτόν, μηδὲν παραλιπεῖν τῶν δυνατῶν εἰς τὸ γνῶναι τὴν ἀλήθειαν, πρὶν πρὸς τοὺς Ἀχαιοὺς

4.86.1

ἀνακαλύπτειν τι τούτων. τοῦ δὲ βασιλέως εὐαρεστήσαντος τοῖς λεγομένοις, καὶ φήσαντος οὐκ ὀλιγωρήσειν, ἀλλʼ ἐξετάσειν, τότε μὲν διελύθησαν. 4.86.2 ἐν δὲ ταῖς ἑξῆς ἡμέραις μὲν Ἀπελλῆς οὐδεμίαν ἀπόδειξιν προσῆγε τοῖς εἰρημένοις· τοῖς δὲ περὶ τὸν Ἄρατον ἐγένετό τι συγκύρημα τοιοῦτον. 4.86.3 οἱ γὰρ Ἠλεῖοι, καθʼ ὃν καιρὸν Φίλιππος αὐτῶν ἐπόρθει τὴν χώραν, ὑποπτεύσαντες τὸν Ἀμφίδαμον ἐπεβάλοντο συλλαβεῖν καὶ δήσαντες εἰς τὴν Αἰτωλίαν ἐκπέμπειν. 4.86.4 δὲ προαισθόμενος αὐτῶν τὴν ἐπίνοιαν ἀπεχώρησε τὰς μὲν ἀρχὰς εἰς Ὀλυμπίαν, μετὰ δὲ ταῦτα πυνθανόμενος τὸν Φίλιππον ἐν τῇ Δύμῃ περὶ τὴν τῶν λαφύρων οἰκονομίαν διατρίβειν, ἔσπευσε πρὸς τοῦτον διαπεσεῖν. 4.86.5 ὅθεν οἱ περὶ τὸν Ἄρατον, ἀκούσαντες τὸν Ἀμφίδαμον ἐκ τῆς Ἤλιδος ἐκπεπτωκότα παρεῖναι, γενόμενοι περιχαρεῖς διὰ τὸ μηδὲν αὑτοῖς συνειδέναι, προσελθόντες ᾤοντο δεῖν τὸν βασιλέα καλεῖν τὸν Ἀμφίδαμον·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.84.9 Polyb. 4.86.1 (English) >>Polyb. 4.87.1

Powered by PhiloLogic