Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.87.4 Polyb. 4.87.10 (English) >>Polyb. 5.1.1

4.87.8 ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δʼ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δʼ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δʼ ἐπὶ τῶν κατὰ Πελοπόννησον, Ἀλέξανδρος δʼ ἐπὶ τῆς θεραπείας. 4.87.9 τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφʼ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δʼ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ τἄλλα πάντα διʼ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν. 4.87.10 δὴ καὶ ῥᾳδίως ἂν ἐπετέλεσε μὴ παρασκευάσας ἀνταγωνιστὴν Ἄρατον αὑτῷ· νῦν δὲ ταχέως πεῖραν ἔλαβε τῆς σφετέρας ἀφροσύνης καὶ πλεονεξίας. 4.87.11 γὰρ αὐτὸς ἐπεβάλετο πρᾶξαι κατὰ τῶν πέλας, τοῦτʼ ἔπαθε καὶ λίαν ἐν πάνυ βραχεῖ χρόνῳ. 4.87.12 πῶς δὲ καὶ τίνι τρόπῳ τοῦτο συνέβη γενέσθαι κατὰ μὲν τὸ παρὸν ὑπερθησόμεθα καὶ καταστρέψομεν τὴν βύβλον ταύτην, ἐν δὲ τοῖς ἑξῆς πειρασόμεθα σαφῶς ὑπὲρ ἑκάστων ἐξαγγέλλειν. 4.87.13 Φίλιππος δὲ τὰ προειρημένα διαταξάμενος ἐπανῆλθεν εἰς Ἄργος, κἀνταῦθα τὴν παραχειμασίαν ἐποίει μετὰ τῶν φίλων, τὰς δὲ δυνάμεις ἀπέλυσεν εἰς Μακεδονίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.87.4 Polyb. 4.87.10 (English) >>Polyb. 5.1.1

Powered by PhiloLogic