Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.86.7 Polyb. 4.87.7 (English) >>Polyb. 4.87.13

4.87.4 εὕρηται δὲ μάλιστα καὶ πρῶτον τοιαύτη κακεντρέχεια καὶ βασκανία καὶ δόλος ἐκ τῶν περὶ τὰς αὐλὰς διατριβόντων καὶ τῆς τούτων πρὸς ἀλλήλους ζηλοτυπίας καὶ πλεονεξίας. 4.87.5 ὁμοίως δὲ καὶ τὸν ἐπὶ τῆς θεραπείας τεταγμένον Ἀλέξανδρον, ὅτε λάβοι καιρόν, διέδακνε, βουλόμενος καὶ τὴν περὶ τὸ σῶμα φυλακὴν τοῦ βασιλέως διʼ αὑτοῦ γενέσθαι καὶ καθόλου κινῆσαι τὴν ὑπʼ Ἀντιγόνου καταλειφθεῖσαν διάταξιν. 4.87.6 Ἀντίγονος γὰρ καλῶς μὲν ζῶν προέστη τῆς τε βασιλείας καὶ τοῦ παιδὸς αὑτοῦ, καλῶς δὲ τὸν βίον μεταλλάττων προενοήθη πρὸς τὸ μέλλον περὶ πάντων τῶν πραγμάτων. 4.87.7 ἀπολιπὼν γὰρ διαθήκην ἔγραφε Μακεδόσιν ὑπὲρ τῶν διῳκημένων· ὁμοίως δὲ καὶ περὶ τοῦ μέλλοντος διέταξε πῶς καὶ διὰ τίνων ἕκαστα δεήσει χειρίζεσθαι, βουλόμενος μηδεμίαν ἀφορμὴν καταλιπεῖν τοῖς περὶ τὴν αὐλὴν πρὸς ἀλλήλους φιλοτιμίας καὶ στάσεως. 4.87.8 ἐν οἷς τῶν τότε συστρατευομένων αὐτὸς μὲν Ἀπελλῆς ἐν τοῖς ἐπιτρόποις ἀπελέλειπτο, Λεόντιος δʼ ἐπὶ τῶν πελταστῶν, Μεγαλέας δʼ ἐπὶ τοῦ γραμματείου, Ταυρίων δʼ ἐπὶ τῶν κατὰ Πελοπόννησον, Ἀλέξανδρος δʼ ἐπὶ τῆς θεραπείας. 4.87.9 τὸν μὲν οὖν Λεόντιον καὶ Μεγαλέαν ὑφʼ αὑτὸν εἶχεν ὁλοσχερῶς, τὸν δʼ Ἀλέξανδρον καὶ Ταυρίωνα μεταστησάμενος ἀπὸ τῆς χρείας ἔσπευδε καὶ ταῦτα καὶ τἄλλα πάντα διʼ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων χειρίζειν.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.86.7 Polyb. 4.87.7 (English) >>Polyb. 4.87.13

Powered by PhiloLogic