Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.8.8 Polyb. 4.9.3 (English) >>Polyb. 4.9.10

4.8.12 ταῦτα μὲν εἰρήσθω μοι χάριν τοῦ μὴ διαπιστεῖν τοὺς ἀναγινώσκοντας τοῖς λεγομένοις, ἐάν που περὶ τῶν αὐτῶν ἀνδρῶν ἐναντίας ἀποφάσεις ποιώμεθα περὶ τὰ παραπλήσια τῶν ἐπιτηδευμάτων.

4.9.1

Ἁθροισθέντων δὲ τῶν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων εἰς τὴν Μεγάλην πόλιν κατὰ δόγμα τῶν Ἀχαιῶν4.9.2 ἀπὸ γὰρ τούτων παρεξέβημενκαὶ τῶν Μεσσηνίων αὖθις ἐπιπορευθέντων ἐπὶ τὸ πλῆθος καὶ δεομένων μὴ περιιδεῖν σφᾶς οὕτω προφανῶς παρασπονδουμένους, βουλομένων δὲ καὶ τῆς κοινῆς συμμαχίας μετασχεῖν καὶ σπευδόντων ὁμοῦ τοῖς ἄλλοις ἐπιγραφῆναι, 4.9.3 περὶ μὲν τῆς συμμαχίας οἱ προεστῶτες τῶν Ἀχαιῶν ἀπέλεγον, οὐ φάσκοντες δυνατὸν εἶναι χωρὶς Φιλίππου καὶ τῶν συμμάχων οὐδένα προσλαβεῖν· 4.9.4 ἔτι γὰρ ἔνορκος ἔμενε πᾶσιν γεγενημένη συμμαχία διʼ Ἀντιγόνου κατὰ τοὺς Κλεομενικοὺς καιροὺς Ἀχαιοῖς, Ἠπειρώταις, Φωκεῦσι, Μακεδόσι, Βοιωτοῖς, Ἀκαρνᾶσι, Θετταλοῖς. 4.9.5 ἐξελεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν βουλήσεως. 4.9.6 ἐστρατοπέδευον δὲ καὶ Λακεδαιμόνιοι, κατὰ τὴν συμμαχίαν ἐξεληλυθότες, ἐπὶ τοῖς τῶν Μεγαλοπολιτῶν ὅροις, ἐφέδρων καὶ θεωρῶν μᾶλλον συμμάχων ἔχοντες τάξιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 4.8.8 Polyb. 4.9.3 (English) >>Polyb. 4.9.10

Powered by PhiloLogic