Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.1.1 Polyb. 5.1.8 (English) >>Polyb. 5.2.3

5.1.6 δὲ βασιλεὺς Φίλιππος, ἐνδεὴς ὢν σίτου καὶ χρημάτων εἰς τὰς δυνάμεις, συνῆγε τοὺς Ἀχαιοὺς διὰ τῶν ἀρχόντων εἰς ἐκκλησίαν. 5.1.7 ἁθροισθέντος δὲ τοῦ πλήθους εἰς Αἴγιον κατὰ τοὺς νόμους, ὁρῶν τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας διὰ τὴν περὶ τὰς ἀρχαιρεσίας γεγενημένην εἰς αὐτοὺς τῶν περὶ τὸν Ἀπελλῆν κακοπραγμοσύνην, τὸν δʼ Ἐπήρατον ἄπρακτον ὄντα τῇ φύσει καὶ καταγινωσκόμενον ὑπὸ πάντων, 5.1.8 συλλογισάμενος ἐκ τῶν προειρημένων τὴν ἄγνοιαν τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον, ἔκρινεν αὖθις ἀντέχεσθαι τῶν περὶ τὸν Ἄρατον. 5.1.9 πείσας οὖν τοὺς ἄρχοντας μεταγαγεῖν τὴν ἐκκλησίαν εἰς Σικυῶνα, λαβὼν τόν τε πρεσβύτερον καὶ τὸν νεώτερον Ἄρατον εἰς τὰς χεῖρας, καὶ πάντων τῶν γεγονότων ἀναθεὶς τὴν αἰτίαν ἐπὶ τὸν Ἀπελλῆν, παρεκάλει μένειν αὐτοὺς ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως. 5.1.10 τῶν δὲ συγκαταθεμένων ἑτοίμως, εἰσελθὼν εἰς τοὺς Ἀχαιοὺς καὶ χρησάμενος συνεργοῖς τοῖς προειρημένοις, πάντα κατέπραξε τὰ πρὸς τὴν ἐπιβολήν. 5.1.11 πεντήκοντα μὲν γὰρ ἔδοξε τάλαντα τοῖς Ἀχαιοῖς εἰς τὴν πρώτην ἀναζυγὴν αὐτῷ δοῦσι παραχρῆμα τριμήνου μισθοδοτῆσαι τὴν δύναμιν καὶ σίτου προσθεῖναι μυριάδας· 5.1.12 τὸ δὲ λοιπόν, ἕως ἂν παρὼν ἐν Πελοποννήσῳ συμπολεμῇ, τάλαντα λαμβάνειν ἑκάστου μηνὸς παρὰ τῶν Ἀχαιῶν ἑπτακαίδεκα.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.1.1 Polyb. 5.1.8 (English) >>Polyb. 5.2.3

Powered by PhiloLogic