Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.101.5 Polyb. 5.102.2 (English) >>Polyb. 5.102.10

5.101.10 τὴν δʼ Ἰταλίαν ἔφη καὶ τὴν ἐκεῖ διάβασιν ἀρχὴν εἶναι τῆς ὑπὲρ τῶν ὅλων ἐπιβολῆς, ἣν οὐδενὶ καθήκειν μᾶλλον ʼκείνῳ τὸν

5.102.1

δὲ καιρὸν εἶναι νῦν, ἐπταικότων Ῥωμαίων. τοιούτοις δὲ χρησάμενος λόγοις ταχέως παρώρμησε τὸν Φίλιππον, ὡς ἄν, οἶμαι, καὶ νέον βασιλέα καὶ κατὰ τὰς πράξεις ἐπιτυχῆ καὶ καθόλου τολμηρὸν εἶναι δοκοῦντα, πρὸς δὲ τούτοις ἐξ οἰκίας ὁρμώμενον τοιαύτης, μάλιστά πως ἀεὶ τῆς τῶν ὅλων ἐλπίδος ἐφίεται.

Πλὴν γε Φίλιππος, 5.102.2 ὡς εἶπον, τότε μὲν αὐτῷ τῷ Δημητρίῳ τὰ προσπεπτωκότα διὰ τῆς ἐπιστολῆς ἐδήλωσε, μετὰ δὲ ταῦτα συνῆγε τοὺς φίλους καὶ διαβούλιον ἀνεδίδου περὶ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως. 5.102.3 ὄντων δὲ καὶ τῶν περὶ τὸν Ἄρατον οὐκ ἀλλοτρίων διεξαγωγῆς τῷ δοκεῖν ὑπερδεξίους ὄντας τῷ πολέμῳ ποιεῖσθαι τὴν διάλυσιν, 5.102.4 οὕτως βασιλεύς, οὐδὲ τοὺς πρεσβευτὰς ἔτι προσδεξάμενος τοὺς κοινῇ πράττοντας τὰ περὶ τὰς διαλύσεις, παραχρῆμα Κλεόνικον μὲν τὸν Ναυπάκτιον πρὸς τοὺς Αἰτωλοὺς διεπέμψατο5.102.5 κατέλαβε γὰρ ἔτι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἐπιμένοντα τὴν τῶν Ἀχαιῶν σύνοδοναὐτὸς δὲ παραλαβὼν ἐκ Κορίνθου τὰς ναῦς καὶ τὴν πεζὴν δύναμιν ἧκεν ἔχων εἰς Αἴγιον. 5.102.6 καὶ προελθὼν ἐπὶ Λασιῶνα καὶ τὸν ἐν τοῖς Περιππίοις πύργον παραλαβών, καὶ συνυποκριθεὶς ὡς ἐμβαλῶν εἰς τὴν Ἠλείαν, τοῦ μὴ δοκεῖν λίαν ἕτοιμος εἶναι πρὸς τὴν τοῦ πολέμου κατάλυσιν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.101.5 Polyb. 5.102.2 (English) >>Polyb. 5.102.10

Powered by PhiloLogic