Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.101.10 Polyb. 5.102.7 (English) >>Polyb. 5.103.4

5.102.4 οὕτως βασιλεύς, οὐδὲ τοὺς πρεσβευτὰς ἔτι προσδεξάμενος τοὺς κοινῇ πράττοντας τὰ περὶ τὰς διαλύσεις, παραχρῆμα Κλεόνικον μὲν τὸν Ναυπάκτιον πρὸς τοὺς Αἰτωλοὺς διεπέμψατο5.102.5 κατέλαβε γὰρ ἔτι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἐπιμένοντα τὴν τῶν Ἀχαιῶν σύνοδοναὐτὸς δὲ παραλαβὼν ἐκ Κορίνθου τὰς ναῦς καὶ τὴν πεζὴν δύναμιν ἧκεν ἔχων εἰς Αἴγιον. 5.102.6 καὶ προελθὼν ἐπὶ Λασιῶνα καὶ τὸν ἐν τοῖς Περιππίοις πύργον παραλαβών, καὶ συνυποκριθεὶς ὡς ἐμβαλῶν εἰς τὴν Ἠλείαν, τοῦ μὴ δοκεῖν λίαν ἕτοιμος εἶναι πρὸς τὴν τοῦ πολέμου κατάλυσιν, 5.102.7 μετὰ ταῦτα δὶς τρὶς ἀνακάμψαντος τοῦ Κλεονίκου, δεομένων τῶν Αἰτωλῶν εἰς λόγους σφίσι συνελθεῖν ἐπήκουσε, 5.102.8 καὶ πάντʼ ἀφεὶς τὰ τοῦ πολέμου πρὸς μὲν τὰς συμμαχίδας πόλεις γραμματοφόρους ἐξαπέστειλε, παρακαλῶν πέμπειν τοὺς συνεδρεύσοντας καὶ μεθέξοντας τῆς ὑπὲρ τῶν διαλύσεων κοινολογίας, 5.102.9 αὐτὸς δὲ διαβὰς μετὰ τῆς δυνάμεως καὶ καταστρατοπεδεύσας περὶ Πάνορμον, ὃς ἔστι μὲν τῆς Πελοποννήσου λιμήν, κεῖται δὲ καταντικρὺ τῆς τῶν Ναυπακτίων πόλεως, ἀνέμενε τοὺς τῶν συμμάχων συνέδρους. 5.102.10 κατὰ δὲ τὸν καιρὸν τοῦτον, καθʼ ὃν ἔδει συναθροίζεσθαι τοὺς προειρημένους, πλεύσας εἰς Ζάκυνθον διʼ αὑτοῦ κατεστήσατο τὰ κατὰ τὴν νῆσον, καὶ παρῆν

5.103.1

αὖθις ἀναπλέων. ἤδη δὲ καὶ τῶν συνέδρων ἡθροισμένων, ἐξέπεμψε πρὸς τοὺς Αἰτωλοὺς Ἄρατον καὶ Ταυρίωνα καί τινας τῶν ἡκόντων ἅμα τούτοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.101.10 Polyb. 5.102.7 (English) >>Polyb. 5.103.4

Powered by PhiloLogic