Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.102.3 Polyb. 5.103.1 (English) >>Polyb. 5.103.8

5.102.8 καὶ πάντʼ ἀφεὶς τὰ τοῦ πολέμου πρὸς μὲν τὰς συμμαχίδας πόλεις γραμματοφόρους ἐξαπέστειλε, παρακαλῶν πέμπειν τοὺς συνεδρεύσοντας καὶ μεθέξοντας τῆς ὑπὲρ τῶν διαλύσεων κοινολογίας, 5.102.9 αὐτὸς δὲ διαβὰς μετὰ τῆς δυνάμεως καὶ καταστρατοπεδεύσας περὶ Πάνορμον, ὃς ἔστι μὲν τῆς Πελοποννήσου λιμήν, κεῖται δὲ καταντικρὺ τῆς τῶν Ναυπακτίων πόλεως, ἀνέμενε τοὺς τῶν συμμάχων συνέδρους. 5.102.10 κατὰ δὲ τὸν καιρὸν τοῦτον, καθʼ ὃν ἔδει συναθροίζεσθαι τοὺς προειρημένους, πλεύσας εἰς Ζάκυνθον διʼ αὑτοῦ κατεστήσατο τὰ κατὰ τὴν νῆσον, καὶ παρῆν

5.103.1

αὖθις ἀναπλέων. ἤδη δὲ καὶ τῶν συνέδρων ἡθροισμένων, ἐξέπεμψε πρὸς τοὺς Αἰτωλοὺς Ἄρατον καὶ Ταυρίωνα καί τινας τῶν ἡκόντων ἅμα τούτοις. 5.103.2 οἳ καὶ συμμίξαντες τοῖς Αἰτωλοῖς πανδημεὶ συνηθροισμένοις ἐν Ναυπάκτῳ, βραχέα διαλεχθέντες καὶ θεωροῦντες αὐτῶν τὴν ὁρμὴν τὴν πρὸς τὰς διαλύσεις, ἔπλεον ἐξ ὑποστροφῆς πρὸς τὸν Φίλιππον χάριν τοῦ διασαφῆσαι περὶ τούτων. 5.103.3 οἱ δʼ Αἰτωλοί, σπεύδοντες διαλύσασθαι τὸν πόλεμον, ἐξαπέστελλον ἅμα τούτοις πρέσβεις πρὸς τὸν Φίλιππον, ἀξιοῦντες παραγενέσθαι μετὰ τῆς δυνάμεως πρὸς σφᾶς, ἵνα τῆς κοινολογίας ἐκ χειρὸς γινομένης τύχῃ τὰ πράγματα τῆς ἁρμοζούσης διεξαγωγῆς. 5.103.4 δὲ βασιλεὺς παρορμηθεὶς τοῖς παρακαλουμένοις διέπλευσε μετὰ τῆς δυνάμεως πρὸς τὰ λεγόμενα Κοῖλα τῆς Ναυπακτίας, τῆς πόλεως εἴκοσι μάλιστα σταδίους ἀφέστηκε·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.102.3 Polyb. 5.103.1 (English) >>Polyb. 5.103.8

Powered by PhiloLogic