Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.11.8 Polyb. 5.12.6 (English) >>Polyb. 5.13.4

5.12.3 οἷς μὲν γὰρ διʼ ἀνάγκην, οἷς δὲ κατὰ προαίρεσιν εἴκουσιν οἱ λειφθέντες· καὶ τὰ μὲν μετὰ μεγάλων ἐλαττωμάτων ποιεῖται τὴν διόρθωσιν, τὰ δὲ χωρὶς βλάβης πρὸς τὸ βέλτιον μετατίθησι τοὺς ἁμαρτάνοντας. 5.12.4 τὸ δὲ μέγιστον, ἐν οἷς μὲν τὸ πλεῖστόν ἐστι τῆς πράξεως τῶν ὑποταττομένων, ἐν οἷς δʼ αὐτοτελὴς νίκη γίνεται τῶν ἡγουμένων. 5.12.5

Ἴσως μὲν οὖν οὐκ ἄν τις αὐτῷ Φιλίππῳ τῶν τότε γενομένων πᾶσαν ἐπιφέροι τὴν αἰτίαν διὰ τὴν ἡλικίαν, τὸ πλεῖον δὲ τοῖς συνοῦσι καὶ συμπράττουσι τῶν φίλων, ὧν ἦν Ἄρατος καὶ Δημήτριος Φάριος. 5.12.6 ὑπὲρ ὧν οὐ δυσχερὲς ἀποφήνασθαι καὶ μὴ παρόντα τότε ποτέρου τὴν τοιαύτην εἰκὸς εἶναι συμβουλίαν. 5.12.7 χωρὶς γὰρ τῆς κατὰ τὸν ὅλον βίον προαιρέσεως, ἐν περὶ μὲν Ἄρατον οὐδὲν ἂν εὑρεθείη προπετὲς οὐδʼ ἄκριτον, περὶ δὲ Δημήτριον τἀναντία, καὶ δεῖγμα τῆς προαιρέσεως ἑκατέρων ἐν οἷς συνεβουλεύσαντο Φιλίππῳ παραπλησίως ὁμολογούμενον ἔχομεν· 5.12.8 ὑπὲρ οὗ λαβόντες τὸν οἰκεῖον καιρὸν ποιησόμεθα τὴν ἁρμόζουσαν μνήμην.

5.13.1

δὲ Φίλιπποςἀπὸ γὰρ τούτων παρεξέβηνὅσα δυνατὸν ἦν ἄγειν καὶ φέρειν ἀναλαβὼν ἐκ τοῦ Θέρμου προῆγε, ποιούμενος τὴν αὐτὴν ἐπάνοδον καὶ παρεγένετο, προβαλόμενος μὲν τὴν λείαν εἰς τοὔμπροσθεν καὶ τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τῆς οὐραγίας ἀπολιπὼν τοὺς Ἀκαρνᾶνας καὶ τοὺς μισθοφόρους,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.11.8 Polyb. 5.12.6 (English) >>Polyb. 5.13.4

Powered by PhiloLogic