Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.14.6 Polyb. 5.15.2 (English) >>Polyb. 5.16.2

5.14.11 οἱ δὲ περὶ τὸν Μεγαλέαν καὶ Λεόντιον δυσχερῶς ἔφερον τὴν γεγενημένην ἐπιτυχίαν τοῦ βασιλέως, ὡς ἂν διατεταγμένοι μὲν πρὸς τὸν Ἀπελλῆν πάσαις ἐμποδιεῖν ταῖς ἐπιβολαῖς αὐτοῦ, μὴ δυνάμενοι δὲ τοῦτο ποιεῖν, 5.14.12 ἀλλὰ τῶν πραγμάτων αὐτοῖς κατὰ τοὐναντίον προχωρούντων, διεσφαλμένοι προφανῶς. ἀλλʼ ἧκόν γε πρὸς τὸ δεῖπνον.

5.15.1

Ἦσαν μὲν οὖν εὐθέως ἐν ὑπονοίᾳ τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οὐχ ὁμοίως τοῖς λοιποῖς χαίροντες ἐπὶ τοῖς γεγονόσι· 5.15.2 προβαίνοντος δὲ τοῦ πότου, κἄπειτα γενομένης ἀκαιρίας καὶ πολυποσίας, ἀναγκασθέντες συμπεριφέρεσθαι, ταχέως ἐξεθεάτρισαν αὑτούς. 5.15.3 λυθείσης γὰρ τῆς συνουσίας ὑπό τε τῆς μέθης καὶ τῆς ἀλογιστίας ἐλαυνόμενοι, περιῄεσαν ζητοῦντες τὸν Ἄρατον. 5.15.4 συμμίξαντες δὲ κατὰ τὴν ἐπάνοδον αὐτῷ, τὸ μὲν πρῶτον ἐλοιδόρουν, μετὰ δὲ βάλλειν ἐνεχείρησαν τοῖς λίθοις. 5.15.5 προσβοηθούντων δὲ πλειόνων ἀμφοτέροις θόρυβος ἦν καὶ κίνημα κατὰ τὴν παρεμβολήν. δὲ βασιλεὺς ἀκούων τῆς κραυγῆς, ἐξαπέστειλε τοὺς ἐπιγνωσομένους καὶ διαλύσοντας τὴν ταραχήν. 5.15.6 μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχόμενος τοὺς συμπαρόντας, ἀπηλλάττετο ταύτης τῆς ἀδικίας 5.15.7 ἐπὶ τὴν αὑτοῦ σκηνήν, δὲ Λεόντιος ἀλόγως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε. τὸν δὲ Μεγαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος βασιλεύς, ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.14.6 Polyb. 5.15.2 (English) >>Polyb. 5.16.2

Powered by PhiloLogic