Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.14.12 Polyb. 5.15.9 (English) >>Polyb. 5.16.8

5.15.6 μὲν οὖν Ἄρατος, παραγενομένων τούτων, εἰπὼν τὰ γεγονότα καὶ μάρτυρας παρασχόμενος τοὺς συμπαρόντας, ἀπηλλάττετο ταύτης τῆς ἀδικίας 5.15.7 ἐπὶ τὴν αὑτοῦ σκηνήν, δὲ Λεόντιος ἀλόγως πως κατὰ τὸν θόρυβον ἀπέρρευσε. τὸν δὲ Μεγαλέαν καὶ Κρίνωνα μεταπεμψάμενος βασιλεύς, ἐπεὶ συνῆκε τὸ γεγονός, ἐπετίμα πικρῶς. 5.15.8 οἱ δʼ οὐχ οἷον ὑπέμειναν, ἀλλʼ ἐπεμέτρησαν, φάσκοντες οὐδὲ λήξειν τῆς προθέσεως, ἕως ἂν τὸν μισθὸν ἐπιθῶσι τοῖς περὶ τὸν Ἄρατον. 5.15.9 δὲ βασιλεύς, ὀργισθεὶς ἐπὶ τῷ ῥηθέντι, παραχρῆμα πρὸς εἴκοσι τάλαντα κατεγγυήσας ἐκέλευσεν αὐτοὺς εἰς φυλακὴν ἀπαγαγεῖν.

5.16.1

τῇ δʼ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν τοῦ πράγματος. 5.16.2 δὲ Λεόντιος, συνεὶς τὰ περὶ τὸν Μεγαλέαν, ἧκε πρὸς τὴν σκηνὴν μετά τινων πελταστῶν, πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν καὶ ταχέως εἰς μετάνοιαν ἄξειν τὸν βασιλέα. 5.16.3 συντυχὼν δʼ αὐτῷ, προσεπυνθάνετο τίς ἐτόλμησεν ἐπιβαλεῖν τὰς χεῖρας Μεγαλέᾳ καὶ τίς εἰς τὴν φυλακὴν ἀπαγαγεῖν. 5.16.4 τοῦ δὲ βασιλέως ὑποστατικῶς αὐτοῦ φήσαντος συντεταχέναι, καταπλαγεὶς Λεόντιος καί τι προσανοιμώξας, ἀπῄει τεθυμωμένος. δὲ βασιλεύς, 5.16.5 ἀναχθεὶς παντὶ τῷ στόλῳ καὶ διάρας τὸν κόλπον, ὡς θᾶττον εἰς τὴν Λευκάδα καθωρμίσθη, τοῖς μὲν ἐπὶ τῆς τῶν λαφύρων οἰκονομίας τεταγμένοις περὶ ταῦτα συνέταξε γινομένοις μὴ καθυστερεῖν, αὐτὸς δὲ συναγαγὼν τοὺς φίλους ἀπέδωκε κρίσιν τοῖς περὶ τὸν Μεγαλέαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.14.12 Polyb. 5.15.9 (English) >>Polyb. 5.16.8

Powered by PhiloLogic