Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.16.7 Polyb. 5.17.4 (English) >>Polyb. 5.18.1

5.17.1

Κατὰ δὲ τοὺς προειρημένους καιροὺς Λυκοῦργος ἐκ μὲν τῆς Μεσσηνίας οὐδὲν ἄξιον λόγου πράξας ἐπανῆλθε· μετὰ δὲ ταῦτα πάλιν ὁρμήσας ἐκ Λακεδαίμονος κατελάβετο τὴν τῶν Τεγεατῶν πόλιν. 5.17.2 τῶν δὲ σωμάτων ἀποχωρησάντων εἰς τὴν ἄκραν, ἐπεβάλετο πολιορκεῖν ταύτην. οὐδαμῶς δὲ δυνάμενος ἀνύειν οὐδὲν αὖτις ἀνεχώρησεν εἰς τὴν Σπάρτην. 5.17.3 οἱ δʼ ἐκ τῆς Ἤλιδος καταδραμόντες τὴν Δυμαίαν καὶ τοὺς βοηθήσαντας τῶν ἱππέων εἰς ἐνέδραν ἐπαγαγόμενοι ῥᾳδίως ἐτρέψαντο, 5.17.4 καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώτους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους Ἀγησίπολιν καὶ Διοκλέα. 5.17.5 Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας· 5.17.6 εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε. 5.17.7 προσπεσούσης δʼ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν. καταλαβὼν δʼ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.16.7 Polyb. 5.17.4 (English) >>Polyb. 5.18.1

Powered by PhiloLogic