Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.16.8 Polyb. 5.17.6 (English) >>Polyb. 5.18.3

5.17.3 οἱ δʼ ἐκ τῆς Ἤλιδος καταδραμόντες τὴν Δυμαίαν καὶ τοὺς βοηθήσαντας τῶν ἱππέων εἰς ἐνέδραν ἐπαγαγόμενοι ῥᾳδίως ἐτρέψαντο, 5.17.4 καὶ τῶν μὲν Γαλατικῶν οὐκ ὀλίγους κατέβαλον, τῶν δὲ πολιτικῶν αἰχμαλώτους ἔλαβον Πολυμήδη τε τὸν Αἰγιέα καὶ Δυμαίους Ἀγησίπολιν καὶ Διοκλέα. 5.17.5 Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας· 5.17.6 εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε. 5.17.7 προσπεσούσης δʼ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν. καταλαβὼν δʼ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων· 5.17.8 δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παράπλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ στόλου παντὸς εἰς Κόρινθον. 5.17.9 ὁρμίσας δὲ τὰς νῆας ἐν τῷ Λεχαίῳ τήν τε δύναμιν ἐξεβίβαζε καὶ τοὺς γραμματοφόρους διαπέστελλε πρὸς τὰς ἐν Πελοποννήσῳ συμμαχίδας πόλεις, δηλῶν τὴν ἡμέραν, ἐν δεήσει πάντας μετὰ τῶν ὅπλων κοιταίους ἐν τῇ τῶν



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.16.8 Polyb. 5.17.6 (English) >>Polyb. 5.18.3

Powered by PhiloLogic