Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.18.1 Polyb. 5.18.7 (English) >>Polyb. 5.19.4

5.18.5 ἀκμὴν γὰρ ἦσαν μετέωροι ταῖς διανοίαις ἐκ τῶν προσπιπτόντων ὑπὲρ τοῦ Φιλίππου περὶ τὴν καταφθορὰν τοῦ Θέρμου καὶ καθόλου ταῖς ἐν Αἰτωλίᾳ πράξεσι, καί τις ἐνεπεπτώκει θροῦς παρʼ αὐτοῖς ὑπὲρ τοῦ τὸν Λυκοῦργον ἐκπέμπειν βοηθήσοντα τοῖς Αἰτωλοῖς. 5.18.6 ὑπὲρ δὲ τοῦ τὸ δεινὸν ἥξειν ἐπὶ σφᾶς οὕτως ὀξέως ἐκ τηλικούτου διαστήματος οὐδὲ διενοεῖτο παράπαν αὐτῶν οὐδείς, ἅτε καὶ τῆς ἡλικίας ἐχούσης ἀκμὴν εὐκαταφρόνητόν τι τῆς τοῦ βασιλέως. διὸ καὶ παρὰ δόξαν αὐτοῖς τῶν πραγμάτων συγκυρούντων εἰκότως ἦσαν ἐκπλαγεῖς. 5.18.7 γὰρ Φίλιππος τολμηρότερον καὶ πρακτικώτερον κατὰ τὴν ἡλικίαν χρώμενος ταῖς ἐπιβολαῖς εἰς ἀπορίαν καὶ δυσχρηστίαν ἅπαντας ἦγε τοὺς πολεμίους. 5.18.8 ἀναχθεὶς γὰρ ἐκ μέσης Αἰτωλίας, καθάπερ ἐπάνω προεῖπον, καὶ διανύσας ἐν νυκτὶ τὸν Ἀμβρακικὸν κόλπον, εἰς Λευκάδα κατῆρε. 5.18.9 δύο δὲ μείνας ἡμέρας ἐνταῦθα, τῇ τρίτῃ ποιησάμενος ὑπὸ τὴν ἑωθινὴν τὸν ἀνάπλουν, δευτεραῖος πορθήσας ἅμα τὴν τῶν Αἰτωλῶν παραλίαν ἐν Λεχαίῳ καθωρμίσθη. 5.18.10 μετὰ δὲ ταῦτα κατὰ τὸ συνεχὲς ποιούμενος τὰς πορείας ἑβδομαῖος ἐπέβαλε τοῖς ὑπὲρ τὴν πόλιν κειμένοις παρὰ τὸ Μενελάιον λόφοις, ὥστε τοὺς πλείστους ὁρῶντας τὸ γεγονὸς μὴ πιστεύειν τοῖς συμβαίνουσιν.

Οἱ μὲν οὖν Λακεδαιμόνιοι, 5.18.11 περιδεεῖς γεγονότες διὰ τὸ παράδοξον, ἠπόρουν καὶ δυσχρήστως διέκειντο πρὸς τὸ παρόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.18.1 Polyb. 5.18.7 (English) >>Polyb. 5.19.4

Powered by PhiloLogic