Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.18.10 Polyb. 5.19.7 (English) >>Polyb. 5.20.6

5.19.5 κατεστρατοπέδευσε περὶ τὸ Κάρνιον, ὅθεν ὁρμήσας ἦγε πρὸς Ἀσίνην· καὶ ποιησάμενος προσβολάς, οὐδέν γε τῶν προύργου περαίνων, ἀνέζευξε, καὶ τὸ λοιπὸν ἐπιπορευόμενος ἔφθειρε τὴν χώραν πᾶσαν τὴν ἐπὶ τὸ Κρητικὸν πέλαγος τετραμμένην ἕως Ταινάρου. 5.19.6 μεταβαλόμενος δʼ αὖτις ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν ναύσταθμον τῶν Λακεδαιμονίων, καλεῖται μὲν Γύθιον, ἔχει δʼ ἀσφαλῆ λιμένα, τῆς δὲ πόλεως ἀπέχει περὶ διακόσια καὶ τριάκοντα στάδια. 5.19.7 τοῦτο δʼ ἀπολιπὼν κατὰ πορείαν δεξιὸν κατεστρατοπέδευσε περὶ τὴν Ἑλείαν, ἥτις ἐστὶν ὡς πρὸς μέρος θεωρουμένη πλείστη καὶ καλλίστη χώρα τῆς Λακωνικῆς. 5.19.8 ὅθεν ἀφιεὶς τὰς προνομὰς αὐτόν τε τὸν τόπον τοῦτον πάντα κατεπυρπόλει καὶ διέφθειρε τοὺς ἐν αὐτῷ καρπούς, ἀφικνεῖτο δὲ ταῖς προνομαῖς καὶ πρὸς Ἀκρίας καὶ Λεύκας, ἔτι δὲ καὶ τὴν τῶν Βοιῶν χώραν.

5.20.1

Οἱ δὲ Μεσσήνιοι, κομισάμενοι τὰ γράμματα τὰ παρὰ τοῦ Φιλίππου τὰ περὶ τῆς στρατείας, τῇ μὲν ὁρμῇ τῶν ἄλλων οὐκ ἐλείποντο συμμάχων, ἀλλὰ τὴν ἔξοδον ἐποιήσαντο μετὰ σπουδῆς καὶ τοὺς ἀκμαιοτάτους ἄνδρας ἐξέπεμψαν, πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ διακοσίους. 5.20.2 τῷ δὲ μήκει τῆς ὁδοῦ καθυστερήσαντες τῆς εἰς τὴν Τεγέαν παρουσίας τοῦ Φιλίππου, τὸ μὲν πρῶτον ἠπόρουν τί δέον εἴη ποιεῖν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.18.10 Polyb. 5.19.7 (English) >>Polyb. 5.20.6

Powered by PhiloLogic