5.2.1
Δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ διελύθησαν ἐπὶ τὰς πόλεις· τῷ δὲ βασιλεῖ βουλευομένῳ μετὰ τῶν φίλων, ἐπειδὴ συνῆλθον αἱ δυνάμεις ἐκ τῆς παραχειμασίας, ἔδοξε χρῆσθαι κατὰ θάλατταν τῷ πολέμῳ.
5.2.2 οὕτως γὰρ ἐπέπειστο μόνως αὐτὸς μὲν δυνήσεσθαι ταχέως πανταχόθεν ἐπιφαίνεσθαι τοῖς πολεμίοις, τοὺς δʼ ὑπεναντίους ἥκιστʼ ἂν δύνασθαι παραβοηθεῖν ἀλλήλοις,
5.2.3 ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δʼ ἑκάστους περὶ σφῶν διὰ τὴν ἀδηλότητα καὶ τὸ τάχος τῆς κατὰ θάλατταν παρουσίας τῶν πολεμίων· πρὸς γὰρ Αἰτωλοὺς καὶ Λακεδαιμονίους ἔτι δʼ Ἠλείους ὁ πόλεμος ἦν αὐτῷ.
5.2.4 κριθέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιούμενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συνείθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων·
5.2.5 πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ καιροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην ταλαιπωρίαν φιλοπονώτατοί τινες,
5.2.6 οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας,
πολέμῳ κεχαρηότας ἠΰτε δαιτί.
5.2.7
Ὁ μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆθος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν ἄσκησιν καὶ παρασκευὴν γινόμενος·