Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.1.11 Polyb. 5.2.5 (English) >>Polyb. 5.2.11

5.2.3 ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δʼ ἑκάστους περὶ σφῶν διὰ τὴν ἀδηλότητα καὶ τὸ τάχος τῆς κατὰ θάλατταν παρουσίας τῶν πολεμίων· πρὸς γὰρ Αἰτωλοὺς καὶ Λακεδαιμονίους ἔτι δʼ Ἠλείους πόλεμος ἦν αὐτῷ. 5.2.4 κριθέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιούμενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συνείθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων· 5.2.5 πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ καιροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην ταλαιπωρίαν φιλοπονώτατοί τινες, 5.2.6 οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας,

πολέμῳ κεχαρηότας ἠΰτε δαιτί. 5.2.7

μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆθος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν ἄσκησιν καὶ παρασκευὴν γινόμενος· 5.2.8 δʼ Ἀπελλῆς, οὔτʼ ἐπικρατεῖν τοῦ Φιλίππου δυνάμενος οὔτε φέρειν τὴν ἐλάττωσιν παρορώμενος, ποιεῖται συνωμοσίαν πρὸς τοὺς περὶ Λεόντιον καὶ Μεγαλέαν, ὥστʼ ἐκείνους μὲν συμπαρόντας ἐπʼ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν καὶ λυμαίνεσθαι τὰς τοῦ βασιλέως χρείας, αὐτὸς δὲ χωρισθεὶς εἰς Χαλκίδα φροντίζειν ἵνα μηδαμόθεν αὐτῷ χορηγία παραγίνηται πρὸς τὰς ἐπιβολάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 5.1.11 Polyb. 5.2.5 (English) >>Polyb. 5.2.11

Powered by PhiloLogic